Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐν δὲ τριηκοστῷ τῷ δευτέρῳ εἰσὶ κυδοιμοὶ καὶ Διὸς ὑπναλέοιο λέχος καὶ λύσσα Λυαίου.
  2. ὥς φαμένη παρέπεισε· δολοφράδμων δʼ Ἀφροδίτη
  3. πείθετο κερδοσύνῃσιν, ἀνειρύσσασα δὲ κόλπου
  4. Ἥρῃ δῶρον ἔδωκε θελήμονι κεστὸν Ἐρώτων.
  5. καί τινα μῦθον ἔλεξε χάριν θελκτῆρος ἱμάντος·
  6. δέχνυσο τοῦτον ἱμάντα, τεῆς ἐπίκουρον ἀνίης·
  7. θέλξεις δʼ εἰν ἑνὶ πάντα πόθων ἰθύντορι κεστῷ,
  8. ἠέλιον καὶ Ζῆνα καὶ αἰθέρα καὶ χορὸν ἄστρων·
  9. καὶ ῥόον ἀστήρικτον ἀτέρμονος Ὠκεανοῖο.
  10. εἶπε, καὶ Ἀσσυρίην Λιβανηίδα δύσατο πέτρην.
  11. Ἥρη δʼ ἀστερόφοιτον ἐδύσατο κύκλον Ὀλύμπου,
  12. καὶ ταχινὴ πάνλευκον ἑὴν ἐπεκόσμεε μορφήν·
  13. πολλάκι δʼ ἰσάζουσα καθειμένον ἄχρι μετώπου
  14. πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης·
  15. καὶ πλεκτὴν θυόεντι κόμην ἐδίηνεν ἐλαίῳ,
  16. τοῦ καὶ κινυμένοιο μετʼ αἰθέρα καὶ μετὰ πόντον
  17. γαῖαν ὅλην ἐμέθυσσε μύρου δολιχόσκιος ὀδμή.
  18. καὶ κεφαλῇ στέφος εἶχε παναίολον, ᾧ ἔνι πολλαὶ
  19. λυχνίδες ἦσαν, Ἔρωτος ὁμόστολοι, ὧν ἄπο πέμπει
  20. φαιδρὰ τινασσομένων ἀμαρύγματα Κυπριδίη φλόξ·