Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Σπάρτης σῆς ἐπίβηθι, καὶ εὐθώρηκα δεχέσθω
  2. χαλκείῳ σὺν Ἄρηι χολωομένην Ἀφροδίτην.
  3. οἶδα, πόθεν μεθέπω τάδε πήματα· πατρὸς Ἐρινὺς
  4. ὕβριν ἀπαιτίζει με βιαζομένοιο τοκῆος,
  5. ὅττι Κρόνου γενετῆρος ἐπιβρίθουσα κυδοιμῷ
  6. σὺν Διὶ μαρναμένῳ Τιτηνιὰς ἔχραεν Ἥρη·
  7. καλὸν ἐμοί, Διόνυσον ἰδεῖν κατὰ μέσσον Ὀλύμπου
  8. ἥμενον ἐγγὺς Ἔρωτος, ὁμέστιον ἀφρογενείῃ,
  9. αἰγίδα κουφίζοντα μετὰ Κρονίδην καὶ Ἀθήνην.
  10. ἀλλά, θεά, χραίσμησον, ἐμῆς δʼ ἐπίκουρον ἀνίης
  11. δός μοι κεστὸν ἱμάντα, τεὴν πανθελγέα μίτρην,
  12. εἰς μίνα ἠριγένειαν, ὅπων Διὸς ὄμματα θέλξω,
  13. καὶ Διὸς ὑπνώοντος ἐμοῖς Ἰνδοῖσιν ἀρήξω.
  14. δισσὴ ἐγὼ γενόμην ἑκυρὴ σέθεν· ἡμετέρου γὰρ
  15. υἱέος Ἡφαίστοιο καὶ Ἄρεος ἔπλεο νύμφη.
  16. δὸς χάριν ὀψιτέλεστον, ἐπεὶ κυανόχροες Ἰνδοὶ
  17. ξεινοδόκοι γεγάσαιν Ἐρυθραίης Ἀφροδίτης,
  18. οἷς κοτέων Διόνυσος ἐπέχραεν, οἷσι καὶ αὐτὸς
  19. θηλυμανὴς ἄστοργος ἐχώσατο παιδοτόκος Ζεύς,
  20. καὶ στεροπὴν ἐλέλιξε συναιχμάζων Διονύσῳ·