Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐχένι μιτρώσας πυριθαλπέος ὁρμὸν ἀνάγκης
  2. εἰλυφόων· πυρόεν δὲ μετὰ στέφος ἀνθερεῶνος
  3. ταρσὸν ἐς ἐσχατόωντα θορὼν ἐπιβήτορι παλμῷ
  4. ἀμφὶ πόδα προμάχοιο πυρίπλοκον ἔπλεκε σειρήν,
  5. σείων ἐν δαπέδῳ σταθερὸν σέλας ἅλματι πεζῷ·
  6. θερμάνθη δὲ κάρηνον ἀναπτομένης τρυφαλείης.
  7. καί νύ κεν ἐπρήνικτο τυπεὶς φλογόεντι βελέμνῳ,
  8. εἰ μὴ Δηριάδαο πατὴρ ἤμυνεν Ὑδάσπης·
  9. ἧστο γὰρ ὑσμίνην δεδοκημένος ὑψόθι πέτρης,
  10. ταυροφοὴς νόθον εἶδος ἔχων βροτοειδέι μορφῇ·
  11. ὅς μιν ἀνεζώγρησε χέων ἀντίπνοον ὕδωρ,
  12. ψύχων θερμὸν ἄημα πυριβλήτοιο προσώπου,
  13. λύματα τεφρήεντα διασμήχων τρυφαλείης·
  14. Μορρέα δʼ ἁρπάξας ζοφερῇ χλαίνωσεν ὀμίχλῃ,
  15. πορφυρέῃ νεφέλῃ κεκαλυμμένα γυῖα καλύψας,
  16. μή μιν ἀποκτείνειε σελασφόρος ἀμφιγυήεις,
  17. Λήμνιον αἰθύσσων θανατηφόρον ἁπτόμενον πῦρ,
  18. μὴ προτέρου φθιμένοιο γέρων φιλότεκνος Ὑδάσπης
  19. γαμβρὸν ἴδῃ πάλιν ἄλλον ὀλωλότα Δηριαδῆος,
  20. μηδὲ μόρον Μορρῆος ἅμα κλαύσειεν Ὀρόντῃ.