Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ στρατὸς ἐρτοίητο φερεσσακέων Ἀριηνῶν·
  2. καὶ προμάχους Φρίγγοιο καὶ Ἐγρετίοιο διώκων
  3. Εὔιος ἐπτοίησεν ὅλον στρατὸν Οὐατοκοίτην·
  4. καὶ Λύγον αἱματόεντος ἀπεστυφέλιξε κυδοιμοῦ
  5. ἀλκήεις Ἰόβακχος· ἐφεδρήσσοντα δὲ δένδρῳ
  6. οὔτασε Μειλανίωνα δολοπλόκον οἴνοπι θύρσῳ,
  7. Βασσαρίδας κρυφίοισιν ὀιστεύοντα βελέμνοις·