Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠὲ φυτῶν ἑλίκεσσιν ἢ εὐόρπηκι κορύμβῳ,
  2. ἢ λίθον αἰχμάζων κραναὸν βέλος· οἱ δὲ τυπέντες
  3. δαιμονίῃ καναχηδὸν ἐβακχεύθησαν ἱμάσθλη.
  4. Φρίγγου δʼ οὔτασεν ὦμον ἀριστερὸν ὀξέι θύρσῳ·
  5. ὃς δὲ θορὼν ἀκίχητος ἐχάζετο· τὸν δὲ φυγόντα
  6. θηγαλέῳ βουπλῆγι κατεπρήνιξε Μελισσεύς.
  7. Ἐγρετίῳ δʼ ἐπόρουσε φιλεύιον ἔγχος ἑλίσσων
  8. θυρσομανὴς Διόνυσος ἑκηβόλος· ἱπταμένη δὲ
  9. Βακχιὰς ἐρροίζησε διʼ ἠέρος ἔγχεος αἰχμὴ
  10. ἄνδρα βαλεῖν ἐθέλουσα, καὶ Ἐγρετίοιο φυγόντος
  11. ἔχραε Βωλίγγεσσι, καὶ ἐγρεμόθους Ἀραχώτας
  12. εἰς φόβον ἐπτοίησε· φιλακρήτῳ δὲ πετήλῳ
  13. φρικτὰ δοριθρασέων ἐδαΐζετο φῦλα Σαλαγγῶν·
  14. καὶ στρατὸς ἐρτοίητο φερεσσακέων Ἀριηνῶν·
  15. καὶ προμάχους Φρίγγοιο καὶ Ἐγρετίοιο διώκων
  16. Εὔιος ἐπτοίησεν ὅλον στρατὸν Οὐατοκοίτην·
  17. καὶ Λύγον αἱματόεντος ἀπεστυφέλιξε κυδοιμοῦ
  18. ἀλκήεις Ἰόβακχος· ἐφεδρήσσοντα δὲ δένδρῳ
  19. οὔτασε Μειλανίωνα δολοπλόκον οἴνοπι θύρσῳ,
  20. Βασσαρίδας κρυφίοισιν ὀιστεύοντα βελέμνοις·