Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὀρχηθμὸν στονόεντα πόθεν μετὰ δῆριν ὑφαίνεις;
- εἰ δὲ καὶ οἶστρος ἔχει σε χοροστασίης Διονύσου,
- Ἄιδι μυστιπόλευε, καὶ οὐ γύψοιο χατίζεις
- αὐτοβαφῆ μεθέπων κεκονιμένα κύκλα προσώπου·
- ἢν ἐθέλῃς δέ, χόρευε φιλοθρήνῳ παρὰ Λήθῃ,
- Περσεφόνη δʼ ἀγέλαστος ἀγαλλέσθω σέο μολπῇ.
- ἔννεπε κυδιόων, καὶ ἐπέδραμεν ἶσος ἀέλλῃ,
- Σειληνοὺς δʼ ἐφόβησεν. ἀμαιμακέτῳ δὲ μαχαίρῃ
- Τέκταφος ὡμάρτησε σακέσπαλος, ὅν ποτε δήσας
- Δηριάδης ἔκρυψεν ἕσω γλαφυροῖο βερέθρου.
- οὐδὲ φυγεῖν μόρον εὗρε τὸ δεύτερον· ἐν γὰρ ἀνάγκῃ
- τίς δύναταί ποτε πότμον ἀπʼ ἀνέρος ἐχθρὸν ἐρύκειν,
- νηλὴς πανδαμάτειρα θανεῖν ὅτε Μοῖρα κελεύει;
- οὐ γὰρ Τέκταφον εὗρε δόλος θνήσκοντα σαῶσαι,
- ὃς τότε λυσσώων στρατιὴν ἐδίωξε Λυαίου,
- εὐκεράων Σατύρων φιλοπαίγμονα γυῖα δαΐζων·
- ἐγρεμόθου δʼ ἤμησε Πυλαιέος ἀνθερεῶνα,
- Ὀνθυρίου δὲ μέτωπον ἀφειδέι τύψε μαχαίρῃ,
- καὶ Πίθον εὐρύστερνον ἀπηλοίησε διδήρῳ.
- καί νύ κεν ἄλλον ὅμιλον ἐπασσυτέρων κτάνε Βάκχων,