Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀμφὶ τεοῦ ξείνοιο θεουδέος· ἀλλὰ καὶ αὐτὴ
  2. πείθεο σῷ Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην
  3. πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμῳ,
  4. καὶ Διὶ μακάρεσσι χαρίζεο· τειρομένους γὰρ
  5. ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων·