Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰκοστῷ δʼ ἐνάτῳ πολέμων ἀποχάζεται Ἄρης, οἷά περ εὶς γάμον ἄλλον ἐπειγόμενος Κυθερείης.
- Ἥρη δʼ ὡς ἐνόησε δαϊζομένων στίχας Ἰνδῶν,
- δύαμαχου ἔμβαλε θάραος ἀγήνορι Δηριαδῆι.
- καὶ πλέον οἶστρον ἔρωτος ἐδέξατο δηιοτῆτος
- φρικτὸς ἄναξ· προμάχοις δὲ χέων λυσσώδεα φωνὴν
- κυανέην στοιχηδὸν ὅλην περιδέδρομε χάρμην.
- λαὸν ὅλον φεύγοντα παλίσσυτον εἰς μόθον ἕλκων,
- ἄλλον ἐνηείῃ μεταωεύμενος, ἄλλον ἀπειλῇ.
- καὶ θρασὺς ἔπλετο μᾶλλον· ὁμηγερέες δὲ καὶ αὐτοὶ
- κεκλομένου βασιλῆος ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.
- καὶ Σατύρων στίχα πᾶσαν ἑκηβόλος ἔσχισε Μορρεύς,
- πῇ μὲν ἐπʼ ἀντιβίοισιν ὀπροθοτόνων ἀπὸ τόξων
- πέμπων ἠερόφοιτον ἐπασσυτέρων νέφος ἰῶν,
- πῇ δὲ παλινδίνητον ἑὸν δόρυ θοῦρον ἑλίσσων
- Σειληνῶν κερόεσσαν ἀνεπτοίησε γενέθλην.
- Εὐχαίτης δʼ Ὑμέναιος ἐμάρνατο φάογανα σείων,
- Θεσσσαλικῆς ἀκίχητος ὑπὲρ ῥάχιν ἥμενος ἵππου,
- Ἰνδοὺς κυανέους ῥοδοειδέι χειρὶ δαΐζων·
- ἀγλαΐῃ δʼ ἤστραπτεν· ἴδοις δέ μιν εἰς μέσον Ἰνδῶν
- Φωσφόρον αἰγλήεντα δυσειδέι σύνδρομον ὄρφνῃ·