Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φρικτὰ κορυσσομένης μιμήσατο κέντρα μελίσσης·
  2. καὶ βαλίου Κουρῆτος ἀκοντιστῆρα τιταίνων
  3. μάρμαρον ἀντιπόροιο Μελισσέος ἤμβροτε Μορρεύς,
  4. ἤμβροτεν· οὐ γὰρ ἔοικε μύλῳ Κορύβαντας ὀλέσσαι.
  5. Ξυνὴν δʼ εἰς ἓν ἰόντες ὁμόζυγον εἶχον Ἐνυὼ
  6. Ἄρεος ὀρχηστῆρες ἀτερπἐος· ἀμφὶ δὲ δίφρῳ
  7. Δηριάδην στεφανηδὸν ἐμιτρώσαντο βοείαις
  8. τεύχεα πεπλήγοντες, ἐν εὐρύθμῳ δὲ κυδοιμῷ
  9. πύργον ἐκυκλώσαντο φεπρεσσακέεσσι χορείαις.
  10. ἠχὴ δʼ ἠερόφοιτος ἀνἐδραμεν εἰς Διὸς αὺλάς,
  11. καὶ κτύπον ἀμφοτέρων ἐπεδείδιον εὔποδες Ὧραι.