Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄλλῳ πότμον ἄγων· ἐλατὴρ δʼ ἐλατῆρα κιχήσας,
  2. ἤ προτέρω φεύγοντι μετάφρενα δουρὶ δαΐζων,
  3. ἢ σχεδὸν ἀντιόωντα κατὰ στέρνοιο τυχήσας,
  4. ἱππόθεν ἀρτιδάικτον ἀπεστυφέλιξε κονίῃ.
  5. καί τις ὑπὲρ λαπάρην βεβολημένος ἵππος ὀιστῷ
  6. εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα,
  7. οἷος ἀερσιπότητος ἀλήμονι σύνδρομος αὔρῃ
  8. Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην·
  9. ἄλλος ἐριπτοίητος ὀλισθηρῶν ἀπὸ νώτων
  10. ὄρθιος ἱππείης διὰ γαστέρος εἰς χθόνα πίπτων
  11. κύμβαχος ἐστήρικτο παρήορος, ἀμφί δὲ γαίῃ
  12. κρᾶτα βαλὼν ἐκύλισσε, λιπὼν πόδας εἰς ῥάχιν ἵππου.
  13. καὶ βριαροὶ Κύκλωπες ἐκυκλώσαντο μαχητάς,
  14. Ζηνὸς ἀοσσητῆρες· ὀμιχλήεντι δὲ λαῷ
  15. Ἀργίλιπος σελάγιζε φεραυγέα δαλὸν ἀείρων.
  16. καί χθονίῳ κεκόρυστο πυριγλώχινι κεραυνῷ
  17. μαρνάμενος δαΐδεσσι· καὶ ἔτρεμον αἴθοπες Ἰνδοὶ
  18. οὐρανίῳ πρηστῆρι τεθηπότες ἀντίτυπον πῦρ·
  19. καὶ πυρόεις πρόμος ἦεν· ἐπʼ ἀντιβίων δὲ καρήνοις
  20. γηγενέος σπινθῆρες ἐτοξεύοντο κεραυνοῦ·