Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἕβδομον εἰκοστὸν μεθέπει στίχας, ᾗσι Κρονίων εἰς μόθον ὁπλίζει Βρομίῳ ναετῆρας Ὀλύμπου.
  2. ἄρτι δὲ λυσιπόνοιο τιναξαμένη πτερὸν Ὕπνου
  3. ἀντολίης ὤιξε θύρας πολεμητόκος Ἠώς,
  4. καὶ Κεφάλου λίπε λέκτρα σελασφόρα· βαλλόμενος δὲ
  5. ἀντιπόρῳ Φαέθοντι μέλας λευκαίνετο Γάγγης·
  6. καὶ φυγὰς ἀρτιχάρακτος ἐχάζετο κῶνος ὀμίχλης
  7. σχιζόμενος φαέεσσιν· ἀπὸ δροσεροῖο δὲ δίφρου
  8. ὄρθριος εἰαρινῇσιν ἐλούετο καρπὸς ἐέρσαις.
  9. καὶ κλόνος ἦν. φαέθων δὲ πυριτρεφέων δρόμον ἵππων
  10. ἀενάων ἐτέων φλογόεις ἀνεσείρασε ποιμήν,
  11. γείτονος εἰσαΐων κορυθαιόλον Ἄρεος ἠχώ,
  12. καὶ στρατὸν αἰχμάζειν προκαλίζετο μάρτυρι πυρσῷ,
  13. θερμὸν ἀκοντίζων ῥοδόεν βέλος· ἀμφὶ δέ γαίῃ
  14. αἱμαλέης ξένον ὄμβρον ἀπʼ ἰκμάδος ὑέτιος Ζεὺς
  15. οὐρανόθεν κατέχευε, φόνου πρωτάγγελον Ἰνδῶν.
  16. καὶ φονίαις λιβάδεσσιν Ἐνυαλίου νιφετοῖο
  17. δίψια κυανέης ἐρυθαίνετο νῶτα κονίης
  18. Ἰνδῴου δαπέδοιο· νεοσμήκτου δὲ σιδήρου
  19. ἠελίου σελάγιζε βολαῖς ἀντίρροπος αἴγλη.
  20. φαινομένας δὲ φάλαγγας ἐπὶ κλόνον ὥπλισεν Ἰνδῶν