Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὁλκάσι μιμηλοῖσι θαλάσσια νῶτα χαράσσων.
- τούς Θύαμις κόσμησε καὶ Ὅλκασος, ὄρχαμος ἀνδρῶν,
- Ταρβήλου δύο παῖδες ἀκοντοφόροιο τοκῆος.
- καὶ πολὺς ἑσμὸς ἵκανεν Ἀρεκζάντειαν ἐάσας,
- ξείνου δουρατέου μέλιτος τροφόν, ἧχι πιόντα
- ἠερίης ζείδωρον Ἑώιον ἀρδμὸν ἐέρσης
- δένδρεα χαιτήεντα μελίρρυτον, ὡς ἀπὸ σίμβλων,
- δαιδαλέην ὠδῖνα σοφῆς τίκτουσι μελίσσης,
- αὐτοτόκων πετάλων χλοερὸν ποτόν· εἰς πεδίον γὰρ
- ἀρτιφανὴς Φαέθων, ὅτε λούεται Ὠκεανοῖο,
- ὄμπνιον Ἠῴης ἀποσείεται ἰκμάδα χαίτης,
- ῥαίνων ζωοτόκοιο φυτηκόμον αὔλακα γαίης.
- τοῖον Ἀρειζάντεια φέρει μέλι, τῷ ἔπι χαίρων
- νηχόμενος πτερύγεσσιν ὑπὲρ πετάλοιο χορεύων
- ἵπταται ἄσπετος ὄρνις· ὄφις δέ τις ἀγκύλος ἕρπων,
- μιτρώσας ἑλικηδόν, ὁμόπλοκος ἡδέι δένδρῳ,
- ἰκμάδα λειριόεσσαν ἀμέλγεται ἅρπαγι λαιμῷ,
- χείλεσι λιχμώων γλυκερὴν ὠδῖνα κορύμβων·
- δενδραίην δὲ δράκοντες ἀναβλύζοντες ἐέρσην
- ἡδὺ μέλι προχέουσι, καὶ οὐ τόσον ἰὸν ἀλήτην