Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὠκεανὸν φορέοντι τί σοι ῥέξειεν Ὑδάσπης;
  2. θαρσήεις πολέμιζε τὸ δεύτερον, ὅττι κυδοιμοῦ
  3. νίκην ὀψιτέλεστον ἐμὴ μαντεύσατο Ῥείη·
  4. οὐ γὰρ πρὶν πολέμου τέλος ἔσσεται, εἰσόκε χάρμης
  5. ἕκτον ἀναπλήσωσιν ἔτος τετράζυγες Ὧραι·
  6. οὕτω γὰρ Διὸς ὄμμα καἰ ἀτρέπτου λίνα Μοίρης
  7. νεύμασιν Ἡραίοισιν ἐπέτρεπον· ἐσσομένῳ δὲ
  8. ἑβδομάτῳ λυκάβαντι διαρραίσεις πόλιν Ἰνδῶν.
  9. ὥς εἰπὼν Βρομίῳ πόρεν ἀσπίδα· καὶ φρένα τέρπων
  10. οἴνου λυσιπόνοιο φιλακρήτοισι κυπέλλοις
  11. εἰλαπίνης ἔψαυσεν· ἀρεσσάμενος δέ τραπέζῃ
  12. θυμὸν ἑὸν παλίνορσος ἐμάστιε νῶτα λεόντων,
  13. νόστιμον εἰς Φρυγίην ὀρεσίδρομον ἄρμα νομεύων.
  14. Καυκασίων δʼ ἤλαυνε παρὰ πρηῶνας ἐναύλων,
  15. Ἀσσυρίων δέ κάρηνα καἰ οὔρεα δύσβατα Βάκτρων
  16. καὶ σκοπιὰς Λιβάνοιο παρήλυθε καὶ ῥία Ταύρου,
  17. εἰσόκε Μαιονίης ἐπέβη χθονός· αὐτοπαγῆ δὲ
  18. Ῥείης ὀβριμόπαιδος ἐδύσατο θέσκελον αὐλήν·
  19. ὠμοβόρους δὲ λέοντας ἀπεσφήκωσε λεπάδνων,
  20. φάτνης δʼ ἐγγὺς ἔδησε καὶ ἀμβροσίην πόρε φορβήν.