Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα, δυσμενέας δὲ
  2. χερσὶν ἀθωρήκτοισι κυλινδομένους ἐπὶ γαίῃ
  3. νηρίθμους κεράιζε, ῥόον ποταμοῖο μιαίνων·
  4. καὶ πολὺν Ἀστεροπαῖον ἐδέξατο νεκρὸν Ὑδάσπης.
  5. Οὐδʼ ἀθεεὶ πολέμιζε καὶ Αἰακός· ἀντιβίους γάρ,
  6. ὡς γενέτης Πηλῆος, ἔσω ποταμοῖο δαΐζων
  7. ἰκμαλέον μόθον εἶχε καὶ ὑδατόεσσαν Ἐνυώ,
  8. οἷα προθεσπίζων ποταμοῦ περὶ χεῦμα Καμάνδρου
  9. φύλοπιν ἡμιτέλεστον ἐπεσσομένην Ἀχιλῆι·
  10. καὶ μόθον υἱωνοῖο μόθος μαντεύσατο πάππου.
  11. καί τις ἐνὶ προχοῇσιν ἀσάμβαλος ἴαχε Νύμφη
  12. νηιὰς ἀκρήδεμνος ὑπερκύψασα ῥοάων·
  13. Νηιάδων ὁμόφυλε, Διιπετὲς αἷμα κομίζων,
  14. ἁγνὸν ὕδωρ ἐλέαιρε Διιπετέος ποταμοῖο.
  15. ἄρκιον Ἰνδὸν ὄλεσσε τεὸν δόρυ· παύεο Νύμφαις
  16. δάκρυα Νηιάδεσσιν ἀδακρύτοισιν ἐγείρων·
  17. νηιὰς ὑδατόεσσα καὶ ὑμετέρη πέλε μήτηρ·
  18. κούρην γὰρ ποταμοῖο τεὴν Αἴγιναν ἀκούω.
  19. μνώεο, τίς σε λόχευσε, καὶ οὐκέτι χεῦμα μιαίνεις.
  20. ἵξομαι εἰς ῥόον ἄλλον ἀκήρατον, εἰς ἄλα βαίνω.