Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖα μὲν οἰστρήεντι δόλῳ κυμαίνετο βούτης
  2. δαιτρεύων ἑὰ τέκνα, καὶ υἱέας εἰλαπινάζων
  3. παιδοβόροις γενύεσσι· νοοσφαλέων δὲ βοτήρων
  4. ἄτροφον ἀρσενόπαιδα τόκον τυμβεύσατο γαστὴρ--- [*](Something has fallen out with the meaning suggested.)
  5. νυμφάων παλάμῃσι· πολυγνάμπτοις δὲ πετήλοις
  6. ἀμφιπαγὴς πεπέδητο, καὶ οὐ γόνυ κάμψε Λυαίῳ,
  7. οὐ Διὶ χεῖρα τίταινεν, ἀλεξήτειραν ἀνάγκης,
  8. οὐ βροντῆς φόβον εἶχεν· ἀπειλήσας δὲ προσώπῳ
  9. χώετο Βασσαρίδεσσιν· ἐπεσσυμένην δὲ καρήνῳ
  10. ἀστεροπὴν ἐνόησε, καὶ οὐχ ὑπόειξε Λυαίῳ.
  11. βάλλετο δʼ ἔνθα καὶ ἔνθα, πολυσπερέων δὲ βολάων
  12. τοσσατίην ἕστηκε μένων ἀντίξοον ὁρμήν,
  13. Ἄρεα μοῦνον ἔχων χραισμήτορα, μοῦνος ἐρίζων
  14. Ζηνί, Ποσειδάωνι, Ῥέῃ, Χθονί, Νηρέι, Βάκχῳ.
  15. καὶ μογέων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·
  16. ἅψατε πῦρ, φλέξωμεν ὅλον φυτόν, ἐν πυρὶ κείσθω
  17. βακχικὰ ταῦτα πέτηλα, καὶ αἰθομένας διὰ πόντου
  18. ἡμερίδας ῥίψωμεν ὑποβρυχίῳ Διονύσῳ,
  19. ἠνορέης Ἀράβων σημήιον· ἀλλὰ καὶ αὐτὴ
  20. δεξαμένη κατὰ κῦμα Θέτις πυρίκαυτον ὀπώρην