Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ χθονίους Κύκλωπας ἔχων ναετῆρας Ὀλύμπου
  2. τεῦξον ἀρειοτέροιο νέον σπινθῆρα κεραυνοῦ.
  3. ἀλλὰ δόλῳ θέλξαντα τεὸν νόον ἐλπίδι νίκης
  4. χρυσῷ δῆσον Ἔρωτα μετὰ χρυσῆς Ἀφροδίτης·
  5. χαλκῷ σφίγξον Ἄρηα κυβερνητῆρα σιδήρου.
  6. ἀστεροπαὶ φεύγουσι καὶ οὐ μίμνουσιν Ἐνυώ·
  7. πῶς στεροπῆς ὀλίγης οὐκ ἔκφυγες ἀπτόλεμον πῦρ;
  8. ἢ πόθεν οὔασι σοῖσιν ἀμετρήτοισιν ἀκούων
  9. βρονταίην ἐλάχειαν ἐδείδιες ὄμβριον ἠχώ;
  10. τίς σε τόσον ποίησεν ἀνάλκιδα; πῇ σέθεν αἰχμαί;
  11. πῇ κεφαλαὶ σκυλάκων; πῇ χάσματα κεῖνα λεόντων
  12. καὶ χθόνιον μύκημα βαρυφθόγγων σέο λαιμῶν;
  13. πῇ δε δρακοντείης δολιχόσκιος ἰὸς ἐθείρης;
  14. οὐκέτι συρίζεις ὀφιώδεϊ κυκλάδι χαίτῃ;
  15. πῇ βοέων στομάτων μυκήματα; πῇ σέο χειρῶν
  16. ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί;
  17. οὐκέτι μαστίζεις ἑλικώδεας ἄντυγας ἄστρων;
  18. οὐκέτι λευκαίνουσι συῶν προβλῆτες ἀκωκαὶ
  19. ἀφροκόμῳ ῥαθάμιγγι διάβροχον ἀνθερεῶνα;
  20. πῇ μοι φρικτὰ γένεια σεσηρότα λυσσάδος ἄρκτου;