Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δεύτερος αἰόλον ὕμνον ἄναξ Οἴαγρος ὑφαίνων,
  2. ὡς γενέτης Ὀρφῆος, ὁμέστιος ἠθάδι Μούσῃ,
  3. δίστιχον ἁρμονίην ἀνεβάλλετο Φοιβάδι μολπῇ,
  4. παυροεπής, λιγύμυθος, Ἀμυκλαίῳ τινί θεσμῷ·
  5. Εὐχαίτην Ὑάκινθον ἀνεζώγρησεν Ἀπόλλων,
  6. καὶ Στάφυλον Διόνυσος ἀεί ζώοντα τελέσσει.
  7. οὔ πω κῶμος ἔληγεν, ἐπεφθέγξαντο δὲ λαοὶ
  8. εὐφήμοις ἐπέεσσιν ὁμογλώσσων ἀπό λαιμῶν,
  9. καὶ Σάτυροι σμαράγησαν ἀολλέες· ἐκ δὲ θοώκου
  10. ἄστατος ἅλλετο Βάκχος, ἄνω καὶ ἔνερθε τινάσσων
  11. δεξιτερήν, καὶ Βότρυς ἀνέδραμεν, εὐάδι φωνῇ
  12. ἁρμονίην εὔρυθμον ἀοιδοπόλοιο γεραίρων·
  13. Οἰάγρου δὲ κάρηνον ἄναξ ἐστέψατο κισσῷ,
  14. καὶ γενέτης Ὀρφῆος ἐπιρρήσσων χθόνα ταρσῷ
  15. ἄσμενος ἄζυγα ταῦρον ἐδέξατο μισθὸν ἀοιδῆς·
  16. ἀμφὶ δέ μιν στοιχηδὸν ἐπεσκίρτησαν ἑταῖροι.
  17. καί τράγον εὐρυγένειον, ἄχος καὶ ζῆλον ἀέξων,
  18. αἰδομέναις παλάμῃσιν ἀνείρυσεν ἀστὸς Ἀθήνης.
  19. Εὐχαίτης δʼ Ἰόβακχος, ἀφειδέι χειρὶ κομίζων,
  20. ἄξια θῆκεν ἄεθλα χοροπλεκέος περί νίκης,