Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὀκτωκαιδεκάτῳ Στάφυλος καὶ Βότρυς ἱκάνει, εἰς θαλίην καλέοντες ὀρίδρομον υἷα Θυώνης.
  2. ἤδη δὲ πτερόεσσα πολύστομος ἵπτατο Φήμη
  3. Ἀσσυρίης στίχα πᾶσαν ὑποτροχόωσα πολήων,
  4. οὔνομα κηρύσσουσα κορυμβοφόρου Διονύσου,
  5. καὶ θρασὺν Ἰνδὸν Ἄρηα καὶ ἀγλαόβοτρυν ὀπώρην.
  6. καὶ Στάφυλος Σατύρων στρατιὴν ἀσίδηρον ἀκούων
  7. ὄργιά τʼ ἀμπελόεντα καὶ Εὔια θύσθλα Λυαίου
  8. Βάκχον ἰδεῖν μενέαινε· καὶ υἱέα Βότρυν ἐπείγων
  9. κοίρανος Ἀσσυρίων ἀνεμώκεος ὑψόθι δίφρου
  10. ἤντετο βοτρυόεντι παρερχομένῳ Διονύσῳ.
  11. τὸν μέν ἰδὼν ἐπιόντα καὶ ἀργυρόκυκλον ἀπήνην
  12. πορδαλίων τε λέπαδνα καὶ ἡνία φαιδρὰ λεόντων
  13. βότρυς ἀκερσικόμης ἀνεσείρασεν ἅρμα τοκῆος·
  14. καὶ Στάφυλος σκηπτοῦχος ἑοῦ κατεπήλατο δίφρου
  15. πορδαλίων στατὸν ἴχνος ὀπιπεύων Διονύσου·
  16. καὶ ποδὸς ὀκλάζοντος ἐπὶ χθονὸς ἴχνος ἐρείδων,
  17. θαλλὸν ἐλαιήεντα θεουδέι χειρὶ τιταίνων---
  18. καὶ φιλίῳ Διόνυσον ἄναξ μειλίξατο μύθῳ·
  19. πρὸς Διὸς ἱκεσίοιο, τεοῦ, Διόνυσε, τοκῆος,
  20. πρὸς Σεμέλης θεόπαιδος, ἐμὸν μὴ παῖδα παρέλθῃς.