Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἵλαον ὄμμα φέρων ὀλίγης ἔψαυσε τραπέζης
  2. δαρδάπτων ἀκόρητος· ἀεὶ δʼ ἐμνώετο κείνης
  3. εἰλαπίνην ἐλάχειαν ἀναιμάκτοιο τραπέζης
  4. μητρὸς ἑῆς παρὰ δόρπον, ὀρεσσαύλοιο Κυβήλης.
  5. καὶ κραναοὺς πυλεῶνας ἐθάμβεε κυκλάδος αὐλῆς,
  6. πῶς φύσις ἐργοπόνος δόμον ἔγλυφε, πῶς δίχα τέχνης
  7. ἀντιτύποις κανόνεσσιν ἐτορνώθησαν ἐρίπναι.
  8. ἀλλʼ ὅτε Βάκχος ἅναξ νομίης ἐκορέσσατο φορβῆς,
  9. δὴ τότε δαιμονίῳ δεδονημένος ἄσθματι Βάκχου
  10. ἀγρονόμος σύριζεν ἐθήμονι Πανὸς ἀοιδῇ
  11. Βρόγγος, ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης,
  12. ὑμνείων Διόνυσον· ὁ δὲ φρένα τέρπετο μολπῇ,
  13. καὶ κεράσας κρητῆρι νεόρρυτον ἰκμάδα ληνοῦ·
  14. δέξο, γέρον, τόδε δῶρον, ὅλης ἄμπαυμα μερίμνης·
  15. οὐ χατέεις δὲ γάλακτος ἔχων εὔοδμον ἐέρσην,
  16. νέκταρος οὐρανίου χθόνιον τύπον, οἷον ἀφύσσων
  17. Ζῆνα μέγαν κατʼ Ὄλυμπον ἐυφραίνει Γανυμήδης.
  18. ἀρχαίου δὲ γάλακτος ἔα πόθον· ἀρτιτόκων γὰρ
  19. μαζῶν θλιβομένων χιονώδεες ἰκμάδες αἰγῶν
  20. ἀνέρας οὐ τέρπουσι καὶ οὐ λύουσι μερίμνας.