Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἷμα περιθλίβων· κινυρὴν δʼ ἰήσατο Βάκχην
  2. συντρίψας βοτάνας πολυειδέας ἕλκεσι κούρης,
  3. ἢ ποδὸς ἢ παλάμης ἢ στήθεος ἢ κενεῶνος.
  4. ἄλλου δὲ προμάχου φονίῳ βληθέντος ὀιστῷ
  5. εἷλκε θοὴν γλωχῖνα, καὶ ἕλκεα χειρὶ πιέζων
  6. αἱμαλέην κατὰ βαιὸν ἀνηκόντιζεν ἐέρσην·
  7. ἄλλῳ χεῖρα πέλασσε, καὶ ἕλκεος ἄκρα χαράξας
  8. ἰῷ φαρμακόεντι σεσηπότα τάμνε μαχαίρῃ,
  9. ἀκροτάτῃ παλάμῃ πεφιδημένα δάκτυλα βάλλων·
  10. καὶ χλοερῷ συνέμιξε βιαρκέος ἄνθεϊ γαίης
  11. δαιδαλέας ὠδῖνας ἀλεξικάκοιο μελίσσης,
  12. χειρὶ περιρραίνων ὀδυνήφατον ἰκμάδα βάκχου·
  13. ἄλλους δʼ οὐταμένους ἰήσατο φοιβάδι φωνῇ,
  14. φρικτὸν ὑποτρύζων πολυώνυμον ὕμνον ἀοιδῆς,
  15. πατρῴης νοέων ζωαρκέος ὄργια τέχνης.
  16. ὥς ὁ μέν αἰόλον ἕλκος ἀκέσσατο. μαρναμένων δὲ
  17. ἤδη βαρβαρόφωνος ἐπαύσατο θῆλυς Ἐνυώ.
  18. καὶ πολέας ζώγρησαν ἀπὸ πτολέμοιο μαχητὰς
  19. Βασσαρίδες· πολλοὶ δὲ λελοιπότες οὔρεα ταύρου
  20. δυσμενέες νόστησαν ἐς Ἰνδῴης κλίμα γαίης