Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παρθενικὰς ἀπέειπε καὶ Ἄρτεμις· ἀλλὰ καὶ αὐτὴ
  2. τίπτέ μοι οὐ φυγόδεμνος ὅλον δέμας ἔννεπεν Ἠχώ;
  3. τίπτέ μοι εἰς ἐμὸν οὖας, ὅσον μὴ Βάκχον ἀκοῦσαι,
  4. οὐ Πίτυς ἐψιθύριζε καὶ οὐκ ἐφθέγξατο Δάφνη·
  5. παρθενική, πεφύλαξο πιεῖν ἀπατήλιον ὕδωρ;
  6. ἔννεπε, καὶ πολύδακρυν ἀνέβλυσεν ὄμβρον ὀπωπῆς.
  7. καί ποτε μὲν μενέαινε κατʼ αὐχένος ἆορ ἐρεῖσαι,
  8. ἄλλοτε δʼ αὐτοκύλιστος ἀπʼ οὔρεος ἤθελε πίπτειν
  9. ὑστατίῃ προκάρηνος ὀλισθήσασα κονίῃ·
  10. καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς,
  11. εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου
  12. λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου.
  13. καὶ Κρονίδην ἱκέτευε καὶ Ἄρτεμιν, ὄφρα τελέσσῃ
  14. αὔλια Νηιάδων κεκονιμένα διψάδι χέρσῳ.
  15. πολλάκι δʼ ὄμμα τίταινε διʼ οὔρεος, εἴ που ἐφεύροι
  16. ἴχνιον ἀστήρικτον ἀθηήτου Διονύσον,
  17. ὄφρα βάλῃ τόξοισι γυνὴ θεόν, ὄφρα δαμάσσῃ
  18. δαίμονα βοτρυόεντα· καὶ ἤθελε μᾶλλον ἐκείνην
  19. ἄμπελον εὐναίην φλογερῷ πυρὶ πᾶσαν ὀλέσσαι.
  20. πολλάκι δʼ ἀθρήσασα διʼ οὔρεος ἴχνια Βάκχου