Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ τρομεροῖσι πόδεσσιν ὀλισθήσασα κονίῃ
  2. εἰς πτερὸν αὐτοκύλιστος ἐσύρετο γείτονος Ὕπνου·
  3. καὶ γαμίῳ βαρύγουνος ἐθέλγετο κώματι νύμφη.
  4. τὴν μὲν ἰδὼν εὕδουσαν Ἔρως ἐπεδείκνυε Βάκχῳ,
  5. ὕμνον ἐποικτείρων· νέμεσις δʼ ἐγέλασσεν ἰδοῦσα.
  6. καὶ δολόεις Διόνυσος ἀδουπήτοισι κοθόρνοις
  7. εἰς γάμον ἄψοφος εἷρπε ποδῶν τεχνήμονι παλμῷ.
  8. κούρης δʼ ἐγγὺς ἵκανε· καὶ ἀτρέμας ἄκρον ἐρύσσας
  9. δεσμὸν ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης
  10. φειδομένῃ παλάμῃ, μὴ παρθένον ὕπνος ἐάσῃ.
  11. γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην
  12. φυταλιὴν ὤδινε, χαριζομένη Διονύσῳ,
  13. πολλὴν δʼ ἀμπελόεσσαν ἐλαφρίζουσα καλύπτρην
  14. πλεκτὴ βοτρυόεντι κάμαξ ἐβαρύνετο καρπῷ·
  15. καὶ λέχος ἦν πετάλοισι κατάσκιον· ἡμερίδων γὰρ
  16. αὐτοφυὴς μίτρωσεν ἕλιξ εὐάμπελον εὐνήν·
  17. καὶ πολὺς ἔνθα καὶ ἔνθα μετάρσιος οἴνοπι καρπῷ
  18. Κυπριδίοις ἀνέμοισιν ἐσείετο βότρυς ἀλήτης,
  19. ἀμφοτέρους δʼ ἐπύκαζε· σελινοφόρῳ δὲ κορύμβῳ
  20. ἱμερόεις ἐμέθυσσεν ὁμόζυγος οἰνάδος ὄρπηξ