Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γυιοπέδην ἀσίδηρον ἔχων ποινήτορι μύθῳ·
  2. οὐδὲ τόσον τρομέεσκεν ὀιστευτῆρα κεραυνοῦ
  3. αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην
  4. γλώσσῃ ὀιστεύοντα λάλον βέλος, εἶξε δὲ κάμνων
  5. ἕλκεα φωνήεντα πεπαρμένος ὀξέι μύθῳ·
  6. καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ,
  7. ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεύς,
  8. καὶ στατὸν ἀστυφέλικτον ἐνερρίζωσεν ἀνάγκῃ
  9. ταρσὸν ἐχιδνήεντα πεπηγότα μητέρι Γαίῃ,