Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Κύπρις ἀνεχλαίνωσε λελουμένον υἱέα Μύρρης,
  2. καὶ πόλιν ἀρχεγόνου ποτὲ Περσέος, ᾧ ποτε Τεῦκρος,
  3. καλλείψας Σαλαμῖνα χολωομένου Τελαμῶνος,
  4. ὁπλοτέρην πύργωσεν ἀειδομένην Σαλαμῖνα.
  5. Λυδῶν δʼ ἁβρὸς ὅμιλος ἐπέρρεεν, οἵ τʼ ἔχον ἄμφω,
  6. Κῖμψον ἐυψήφιδα καὶ ὀφρυόεσσαν Ἰτώνην,
  7. οἵ τε Τορήβιον εὐρύ, καὶ οἵ πλούτοιο τιθήνας
  8. Σάρδιας; εὐώδινας, ὁμήλικας ἠριγενείης,
  9. καὶ χθόνα Βακχείην σταφυληκόμον, ἧχι τεκούσῃ
  10. ἀμπελόεις Διόνυσος ἔχων δέπας ἔμπλεον οἴνου
  11. Ῥείῃ πρῶτα κέρασσε, πόλιν δʼ ὀνόμηνε Κεράσσας,
  12. καὶ σκοπιὰς Ὀάνοιο, καὶ οἳ ῥόον ἔλλαχον Ἕρμου
  13. ὑδατόεν τε Μέταλλον, ὅπῃ Πακτώλιον ἰλὺν
  14. ξανθὸς ἀποπτύων ἀμαρύσσεται ὄλβος ἐέρσης·
  15. καὶ Στατάλων κεκόρυστο πολὺς στρατός, ἧχι Τυφωεὺς
  16. θερμὸν ἀναβλύζων πυριθαλπέος ἄσθμα κεραυνοῦ
  17. ἔφλεγε γείτονα χῶρον, ἀελλήεντι δὲ καπνῷ
  18. αἰθομένου Τυφῶνος ἐτεφρώθησαν ἐρίπναι,
  19. γυιοβόρῳ σπινθῆρι μαραινομένων κεφαλάων·
  20. ἀλλὰ Διὸς Λυδοῖο θυώδεα νηὸν ἐάσας