Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖσι μὲν ἔσκε δίαυλος ἕλιξ δρόμος, ἀμφοτέροις δὲ
  2. ἦεν ἔρις· κάλαμος μὲν ἐπέτρεχεν εἴκελος αὔραις,
  3. καὶ πτελέην βαλβῖδα φέρων καὶ νύσσαν ἐλαίην
  4. ἠιόνας ποταμοῖο διέδραμεν ἄκρον ἀπʼ ἄκρου ---
  5. καὶ Κάλαμος ταχύγουνος ἑκούσιος ἤριπε γαίῃ,
  6. καὶ Καρπῷ χαρίεντι θελήμονα κάλλιπε νίκην.
  7. παιδὶ δὲ λουομένῳ συνελούετο κοῦρος ἀθύρων,
  8. καὶ πάλιν εἴκελον ἄλλον ἐν ὕδασιν εἶχον ἀγῶνα,
  9. καὶ βραδὺς ἐν προχοῇσιν ἐνήχετο Καρπὸν ἐάσας
  10. πρόσθε μολεῖν, ἵνα χερσὶν ὀπίστερος οἴδματα τέμνων
  11. καρποῦ νηχομένοιο παρὰ σφυρὰ δεύτερος ἔλθῃ
  12. ἠιθέου προθέοντος ἐλεύθερα νῶτα δοκεύων.
  13. καὶ διερῆς βαλβῖδος ἔην δρόμος· ἤρισαν ἄμφω,
  14. τίς τίνα νικήσειεν, ὅπως παλινόστιμος ἔλθῃ
  15. ὄχθης ἀμφοτέρης διδυμάονα νύσσαν ἀμείβων
  16. γαῖαν ἐς ἀντιπέραιαν ἐρεσσομένων παλαμάων·
  17. καὶ προχοὴν ὁδὸν εἶχεν· ἀεὶ δέ οἱ ἐγγὺς ἱκάνων
  18. κοῦρος ἐπειγομένης παλάμης πεφιδημένος ὁρμῆς
  19. νηχομένων σκοπίαζε ῥοδόχροα δάκτυλα χειρῶν·
  20. καὶ Κάλαμος προκέλευθος ἑὴν ἀνεσείρασεν ὁρμήν,