Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θέσκελον ἅρμα φέρεις, οὐ πόρδαλιν ἡνιοχεύεις.
  2. δίφρα τεοῦ Βρομίοιο Μάρων λάχε, χεῖρα τιταίνων
  3. θηρονόμῳ μάστιγι καὶ εὐλάιγγι χαλινῷ·
  4. ποῖον ἔχεις τόδε δῶρον ἀπʼ εὐθύρσοιο Λυαίου;
  5. πηκτίδα Πᾶνες ἔχουσι καὶ εὐκελάδων θρόον αὐλῶν,
  6. καὶ Σατύροις πόρε κύκλον ἐρισμαράγοιο βοείης
  7. σὸς ταμίης Διόνυσος, ὀρεστιάδες δὲ καὶ αὐταὶ
  8. Βασσαρίδες ῥαχίῃσιν ἐφεδρήσσουσι λεόντων.
  9. ποῖα τεῆς φιλότητος ἐπάξια δῶρα κομίζεις,
  10. πορδαλίων ἐλατῆρι μάτην πεφιλημένε Βάκχῳ;
  11. πολλάκι Φοιβείοιο καθήμενος ὑψόθι δίφρου
  12. ὑψιφανὴς ἤλαυνεν Ἀτύμνιος ἠέρα τέμνων·
  13. ἔκλυες αὐτὸν Ἄβαριν, ὃν εἰς δρόμον ἠεροφοίτην
  14. ἱπταμένῳ πόμπευεν ἀλήμονι Φοῖβος ὀιστῷ
  15. αἰετὸν ἡνιόχευεν ἐν αἰθέρι καὶ Γανυμήδης
  16. Ζῆνα νόθον πτερόεντα, τεοῦ γενετῆρα Λυαίου·
  17. ἄμπελον οὔ ποτε Βάκχος ἐκούφισεν, ὄρνις Ἐρώτων,
  18. σὸν δέμας ἀδρύπτοισιν ἑοῖς ὀνύχεσσιν ἀείρων.
  19. Τρώιος οἰνοχόος πέλε φέρτερος, ὅς Διὸς αὐλὴν
  20. οἶκον ἔχει. σὺ δέ, κοῦρε, φέρων πόθον εἰσέτι δίφρου