Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄχνοα χιονέης ἐχαράσσετο κύκλα παρειῆς,
  2. ἥβης χρύσεον ἄνθος· ὀπισθοπόροιο δὲ χαίτης
  3. βότρυες εἱλικόεντες ἐπʼ ἀργυφέων θέον ὤμων
  4. ἀπλεκέες, λιγυρῷ δὲ συναιθύσσοντες ἀήτῃ
  5. ἄσθματι κουφίζοντο· παρελκομένων δὲ κομάων
  6. ἀκροφανὴς ἀνέτελλε μέσος γυμνούμενος αὐχὴν
  7. καὶ σέλας ἠκόντιζε λιπόσκιος, οἷά τε λάμπει
  8. μεσσοφανὴς νέφος ὑγρὸν ἀνασχίζουσα Σελήνη·
  9. καὶ στόματος ῥοδέοιο μελίπνοος ἔρρεε φωνή·
  10. ἐκ μελέων δʼ ὅλον εἶαρ ἐφαίνετο· νισσομένου δὲ
  11. ἐκ ποδὸς ἀργυφέοιο ῥόδων ἐρυθαίνετο λειμών·
  12. εἰ δὲ βοογλήνων φαέων εὐφεγγέι κύκλῳ
  13. ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη.
  14. τὸν μὲν ἔχων Διόνυσος ὁμέψιον, ἁβρὸν ἀθύρων,
  15. εἴρετο θαμβαλέην προχέων ἐπὶ κάλλεϊ φωνὴν
  16. ὡς βροτός, ἀθανάτην δὲ δολοπλόκος ἔκρυφε μορφήν·
  17. Τίς σε πατὴρ ἐφύτευσε; τίς οὐρανίη τέκε γαστήρ;
  18. τίς Χαρίτων σε λόχευσε; τίς ἤροσε καλός Ἀπόλλων;
  19. εἰπέ, φίλος, μὴ κρύπτε τεὸν γένος· εἰ μὲν ἱκάνεις
  20. ἄπτερος ἄλλος Ἔρως βελέων δίχα, νόσφι φαρέτρης,