Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εὔια δινεύων Κυβεληίδος ὄργανα Ῥείης,
  2. ἤνθεε μῆκος ἔχων, ὅσον ἤθελεν· ὑψιπόρου δὲ
  3. φεύγων Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην
  4. ἥσυχα παφλάζοντι δέμας φαίδρυνε λοετρῷ
  5. Μῃονίου ποταμοῖο, χαριζόμενος δὲ Λυαίῳ
  6. Πακτωλὸς κελάρυζε, χέων χρυσόσπορον ὕδωρ
  7. πορφυρέαις ψαμάθοισι, βαθυπλούτων δὲ μετάλλων
  8. ἀφνειῷ κεκύλιστο βυθῷ χρυσούμενος ἰχθύς·
  9. καὶ Σάτυροι παίζοντες, ἐν ἠέρι ταρσὰ μεθέντες,
  10. εἰς ποταμὸν προχέοντο κυβιστητῆρι καρήνῳ,
  11. ὧν ὁ μὲν αὐτοφόρητος ἐνήχετο χερσὶν ἐρέσσων,
  12. πρηνὴς δʼ ἐν ῥοθίοισι καὶ οἴδμασιν ἴχνος ἐρείσας
  13. ποσσὶν ὀπισθοτόνοισι ῥυηφενὲς ἔσχισεν ὕδωρ·
  14. καί τις ὑποβρυχίων κατεδύσατο βένθος ἐναύλων
  15. νειόθι μαστεύων νεπόδων ἑτερόχροον ἄγρην,
  16. τυφλὴν νηχομένοισιν ἐπʼ ἰχθύσι χεῖρα τιταίνων,
  17. καὶ βυθὸν αὖτις ἔλειπε, καὶ ἰχθύας ὤρεγε Βάκχῳ
  18. ἰλύι φοινίσσοντας ἐχεκτεάνου ποταμοῖο [*](After this verse Marcellus places 164-168, so that Seilenos comes at the end.)·
  19. συμπλέγδην δὲ πόδεσσιν ἀρηρότα ταρσὰ συνάπτων
  20. κυφὸς ἐριδμαίνων Σατύρῳ Σειληνὸς ἀλήτης