Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ δεκάτῳ μανίην Ἀθαμαντίδα καὶ δρόμον Ἰνοῦς, πῶς φύγεν εἰς ἁλὸς οἶδμα σὺν ἀρτιτόκῳ Μελικέρτῃ.
  2. ὣς ἡ μὲν φονίη παιδοκτόνος ἔπλετο μήτηρ
  3. μαινομένη· τεκέων δὲ πατὴρ ὑπὸ μάρτυρι ποινῇ,
  4. ὅττι γονῆς ὀλέτειραν ὁμέστιον εἶχε Θεμιστώ,
  5. οἰστρηθεὶς Ἀθάμας μανιώδεϊ Πανὸς ἱμάσθλῃ
  6. ποίμνης εἰς μέσον ἦλθε, καὶ ὡς θεράποντας ἱμάσσων
  7. εἰροπόκων ἐδίωκεν ἀναίτια πώεα μήλων·
  8. καὶ μίαν ἠέρταζεν, ἑὴν ἅτε σύζυγα νύμφην,
  9. σὺν διδύμοις βρεφέεσσι νεογλαγέων ἐπὶ μαζῶν
  10. αἶγα λαβών· λασίους δὲ πόδας σφηκώσατο δεσμῷ
  11. διχθαδίῳ· λύσας δὲ παρʼ ἰξύι κυκλάδα μίτρην
  12. σφιγγομένης μάστιζε δέμας ψευδήμονος Ινοῦς,
  13. μὴ νοέων νόθον εἶδος. ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς
  14. Πανιάδος Κρονίης ἐπεβόμβεε δοῦπος ἱμάσθλης·
  15. πολλάκι δʼ ἀστήρικτος ἑῶν ἀνεπάλλετο θώκων
  16. οὔασι ταρβαλέοισι δεδεγμένος ἄσθμα δρακόντων.
  17. πυκνὰ δὲ τόξα τίταινε, βέλος δʼ ἐπὶ κυκλάδι νευρῇ
  18. εἰς κενεὸν σκοπὸν εἷλκεν ἀνούτατον ἠέρα βάλλων.
  19. Ταρταρίης δʼ ὀφιῶδες ἰδὼν ἴνδαλμα θεαίνης
  20. πάλλετο δειμαίνων ἑτερόχροα φάσματα μορφῆς,