Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνῳ
  2. μοῦνον ἔα κλυτότοξον, ὅπως περὶ δεῖπνα τραπέζης
  3. δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω,
  4. τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων.
  5. Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ
  6. Φοίβου κῶμον ἄγοντος ἤ ὑμετέροιο νομῆος
  7. θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῇ.
  8. ἔννεπε· καὶ χαροπῇσιν ἐπʼ ὀφρύσι νεῦσε Τυφωεύς,
  9. καὶ πλοκάμους ἐδόνησεν· ἐρευγομένων δὲ κομάων
  10. ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι.
  11. καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο· κεῖθεν ἀείρας
  12. νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμῳ,
  13. νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίῃ ποτὲ χάρμῃ.
  14. καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ᾔνεσε ποιμήν·
  15. καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν
  16. ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρῃ,
  17. Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμένα· φειδομένῳ δὲ
  18. λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων,
  19. θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς,
  20. λαρότερον μέλος εἶπε· καὶ οὔατα πολλὰ τιταίνων