Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

Κεφ. ΜΑʹ, δʹ. Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ;

Τὸ πρόσωπον ἃ ἐνεδύσατο, τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ δεῖξαι ὅ τι ἔνδον δράκων ἐστί;

Καὶ μετ’ ὀλίγα. Πρὸς τὴν μνήμην ἀνέδραμον τῶν ἱερῶν γραμμάτων, τούτῳ θεοπνεύστῳ βιβλίῳ τοῦ Ἰὼβ ἐγκειμένων, καὶ ὡς ἐν σωματικῇ διαπλάσει τὸ λίαν ἀνειδὲς καὶ ποικίλον κεκρυμμένον τῶν ἐπινοιῶν καὶ τῆς τῶν ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπογράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχεκάκου καὶ πονηρῶν. Φησὶ γάρ· Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; — Καὶ ἐπείπερ ἔριζε τῆς ἔξωθεν φαινομένης ταύτης ποικιλίας, ὡς ἔκ τινος βάθους τῆς ἀφανοῦς κακίας ἀνίσχουσι, ἐπενήνεκται τοῖς εἰρημένοις καὶ ταῦτα· Τις ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, τουτέστι τίς ἱκανὸς εἰσελθεῖν εἰς τὰ νοήματα τῆς καρδίας αὐτοῦ, διότι συνεπτυγμένα τυγχάνουσι;

ιδʹ, ιεʹ, Οὐ σαλευθήσεται, ἡ καρδία αὐτοῦ

πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος. Vat. 807, 1.

Ἀπελιθώθη, φησὶν, ἡ καρδία αὐτοῦ, καὶ οὐκ ἐλαθῆναι δύναται· ἀλλ’ ὅλος ἐστὶν ἀπεσκληκὼς καὶ ἰταμός· οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οὐκ εἴκει· ὁ δὲ σκληρός ἐστιν, ἀνήλατος, ἀνένδοτος. Καὶ εἴ τις ἀπὸ τοῦ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τούτου δράκοντος αὐτὸς ἔχει τὴν καρδίαν ἀνήλατον καὶ οὐκ ἐλαυνομένην. Εἰ δέ τις χρυσός ἐστιν ἀκολουθῶν τῷ λόγῳ, τῷ χρυσοχοϊκῷ οὗτος εἴκει ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας αἰώνων. Ἀμήν.