Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

Κεφ. ΛΑ, ςʹ, ζʹ. Ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου, εἰ ἐξέκλινεν ὁ ποῦς μου ἐκ τῆς ὁδοῦ... Vat. 796.

Βαβαὶ τῆς ἀκριβείας οὐκ ἔχοι τις εἰπεῖν, ὅτι τῷ πλούτῳ καὶ τοῖς ἀγαθοῖς τοῖς ἔμπροσθεν εἰς ῥᾳθυμίαν καὶ διάχυσιν ἀποχρησάμενος τοιαύτην τίνω δίκην, καὶ μεταβέβλημαι, τοῦ Θεοῦ κατάλληλόν μοι φάρμακον ἐπιθέντος. Τὸν μὲν γὰρ φιλόγελω καὶ φιλοπταίσμονα καὶ τρυφῇ προσεσχηκότα, εἰκότως ἀντιθεὶς, τὴν ἐναντίαν καταστήσειεν ἕξιν, γοερῷ τινι καὶ πολυθρηνώδει παραδοὺς αὐτὸν βίῳ· τὸν δὲ καὶ πρὸ τούτων φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀνθρώπους παίζοντας καὶ γελωτοποιοῦντας, ποῖον ἂν ἔχοι λόγον ἐμπεσεῖν εἰς σκύθρωπον καὶ κατηφῆ βίον; ἐπειδὴ κατεσκληκὼς ἥμην καὶ κατεστυμμένος, οὐκ ἐπὶ τὰς διαφορούσας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσα.

λαʹ. Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· Τίς ἀν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι, λίαν μου χρηστοῦ ὄντος; Vat. 797,1.

Ἀντὶ τῆς ζωῆς αὐτοῦ ἀπολαῦσαι, ὅτι ἤμην αὐταῖς γλυκύς.

λβʹ. Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. Ibid.

Οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν.

Κεφ. ΛΒʹ, αʹ. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν. Ibid.

Ἡσύχασεν μὲν ὁ Ἰὼβ, διδοὺς αὐτοῖς λόγον εἰπεῖν ἐνεῖδε δὲ, καὶ τὸν Θεὸν ἐκάλεσε μάρτυρα, καὶ ἑαυτῷ ἐπηράσατο ὅτι ἐπεστομίσθησαν οἱ φίλοι.

ιαʹ. Ἐρῶ γὰρ, ὑμῶν ἀκουόντων, ἄχρις οὖ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω. Vat. 797, 798.

Ἢ τοῦτό φησιν, ὅτι οὐδὲ ὅτε ἠλέγχετε, ὡς ἔδει, ἠλέγξατε· ἡ ὅτι ὕστερον ἐσιωπήσατε. Οὕτω πρὸς τό· Ἐρῶ γὰρ, ὑμῶν ἀκουόνων.

Κεφ. ΛΓʹ, ιβʹ. Πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; Vat. 799, 1.

Τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν· τοῦτο μὲν γὰρ ὑπελάμβανεν ὁ Ἐλιοὺς, ἀλλ’ οὐχὶ τοιαύτῃ γνώμῃ ὁ Ἰὼβ εἶπεν, ὅτι οὗτος δικαιότερός ἐστι τοῦ Θεοῦ· ἀλλ’ ὅτι ταῦτα μὲν αὐτῷ πέπρακται, οὐ μὴν ἀδικίαν ἐνεκάλει τῷ Θεῷ. Ὁ δὲ Ἐλιοὺς τοῦτο ὑπέλαβεν· ἐκείνοις δὲ δικαίως ἐνεκάλει, προσδεδωκόσι τοῦ Θεοῦ τὸ μέρος καὶ ἠρνημένοις.

κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη.

Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν περιττότητα οἷον κενώσας καὶ ἀποβάλλων, καὶ λέγει· Λαλήσω ἵνα ἀναπαύσωμαι.