Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

Κεφ. Λʹ, αʹ. Νυνὶ δὲ κατεγέλασάν μου

ἐλάχιστοι· νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν. Vat. 794, 2.

Οὐ χρώμενος τῇ ἐξουδενώσει, ἀλλὰ σαφῶς εἰδὼς αὐτοὺς, ὥσπερ ὁ προφήτης ἔλεγεν· Ἐξουδενοῦται ἐνώπιον αὐτοῦ πᾶς πονηρευόμενος· τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο.

βʹ, γʹ. Καί γε ἰσχὺς χειρῶν αὐτῶν, ἱνατί μοι; ἐπ’ αὐτοὺς ἀπώλετο συντέλεια. Ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν.

Ὀλυμπιοδώρου, Ὠριγένους. Ἅλλ’ οὐδὲ ἤτησά τινα ἐπικουρίαν, φησὶ, παρ’ αὐτῶν, ἵνα διὰ τοῦτο τοιούτοις πρὸς ἐμὲ χρήσωνται ῥήμασιν· οἵ γε πάλαι δίκην ἐχρεώστουν, πονηροὶ ὄντες, καὶ τρόπον τινὰ ἀπέπτη ἀπ’ αὐτῶν ἡ τιμωρία. Ἢ ὅτι θανάτου ἐπιθυμοῦντες διὰ τὴν ἄκραν πενίαν, οὐκ ἔτυχον, καὶ οὐδὲ ὑπὸ τῆς ἐνδείας ἐσωφρονίσθησαν γεννηταὶ γενέσθαι τοῦ καλοῦ, ἀλλ’ ἔμειναν ἄγονοι, οἱ ἐχθές που καὶ πρὸ ὀλίγου, τῆς ἐρήμου καὶ τῶν συμφορῶν ἐκπεφευγότες· ἔοικεν δὲ ὡς ἀγεννεῖς αὐτοὺς διαβάλλειν, καὶ ἐξ ἀδόξων ὄντας χρίων καὶ πατέρων πενήτων.

Ἐπ’ αὐτοὺς ἀπώλετο συντέλεια.

Ἀντὶ τοῦ, οὐδέποτέ τι χρηστὸν συνετέλεσαν.

δʹ. Οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα.

Ἄλιμα βοτάνη τις ἐστὶν, ὥς φασι, ταχὺ πληροῦσα τὸν ἐσθίοντα. — Ἐπὶ ἠχοῦντι δὲ, τουτέστιν ἐπὶ φάραγξι καὶ πετρώδεσιν· εὔηχοι γὰρ οἱ τοιοῦτοι τόποι, καὶ ἀντηχοῦσι τοῖς φθεγγομένοις. Ἢ καὶ ἠχοῦντα λέγει τὸν ἀλσώδη τόπον ἐν ᾦπερ ἡ πνοὴ τῶν ἀνέμων, κινοῦσα τὴν ὕλην, ἦχον ἀποτελεῖ. Φησὶν οὖν ὅτι περιενόστουν οὗτοι τὰς ὕλας καὶ τὰς φάραγγας καὶ τοὺς τόπους παρ’ οὓς ὕδατα ῥέοντα ἠχεῖ τε καὶ κελαρύζει, ὑπὸ τῆς ἄγαν ἐνδείας, τὰς βοτάνας ἀνερευνώμενοι, καὶ τὰς ῥίζας τῶν ξύλων περιξέοντες εἰς τροφὴν [λιμοῦ] παραμυθίαν.

δʹ. Ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ. Vat. 795, 1.

Ἑτέρα πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιούτους εἶναι.

κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι. Vat. 795, 2.

Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθένειαν λέγει, ἀλλὰ διὰ τὸ κεκωλῦσθαι.

κηʹ. Ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. Ib.

Διὰ τὴν ὑπερβολὴν τῶν δεινῶν, οὐδὲ πλῆθος συνόδου αἰσχυνόμενος.

κθʹ. Ἀδελφὸς γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. Ibid.

Εἰς τὴν ὀρνίθων θηριωδίαν ἐξέπεσα, φησίν· ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἀμείνων διάκειμαι.

Κεφ. ΛΑ, ςʹ, ζʹ. Ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου, εἰ ἐξέκλινεν ὁ ποῦς μου ἐκ τῆς ὁδοῦ... Vat. 796.

Βαβαὶ τῆς ἀκριβείας οὐκ ἔχοι τις εἰπεῖν, ὅτι τῷ πλούτῳ καὶ τοῖς ἀγαθοῖς τοῖς ἔμπροσθεν εἰς ῥᾳθυμίαν καὶ διάχυσιν ἀποχρησάμενος τοιαύτην τίνω δίκην, καὶ μεταβέβλημαι, τοῦ Θεοῦ κατάλληλόν μοι φάρμακον ἐπιθέντος. Τὸν μὲν γὰρ φιλόγελω καὶ φιλοπταίσμονα καὶ τρυφῇ προσεσχηκότα, εἰκότως ἀντιθεὶς, τὴν ἐναντίαν καταστήσειεν ἕξιν, γοερῷ τινι καὶ πολυθρηνώδει παραδοὺς αὐτὸν βίῳ· τὸν δὲ καὶ πρὸ τούτων φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀνθρώπους παίζοντας καὶ γελωτοποιοῦντας, ποῖον ἂν ἔχοι λόγον ἐμπεσεῖν εἰς σκύθρωπον καὶ κατηφῆ βίον; ἐπειδὴ κατεσκληκὼς ἥμην καὶ κατεστυμμένος, οὐκ ἐπὶ τὰς διαφορούσας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσα.

λαʹ. Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· Τίς ἀν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι, λίαν μου χρηστοῦ ὄντος; Vat. 797,1.

Ἀντὶ τῆς ζωῆς αὐτοῦ ἀπολαῦσαι, ὅτι ἤμην αὐταῖς γλυκύς.