Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

ιεʹ. Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. Vat. 790, 2.

Οὐχ ἥμαρτον, φησὶ, καὶ τί τοῦτο; οὐ γὰρ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τοῦτο χωρὶς ἁμαρτημάτων λέγω.

ιζʹ. Οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος. Vat. ib.

Οὐ κατ’ ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο, φησὶν, ἀπροσδόκητον τὸ κακόν· στοχάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πληγήν. Καὶ καλῶς εἶπε, πρὸ προσώπου μου· οὐ γὰρ κοινὸν τὸ σκότος ἐστὶν, ἀλλὰ τῆς ἐμῆς ἀθυμίας.

Κεφ. ΚΔʹ, ιγʹ. Αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐτῶν, καὶ οὐκ ἐπέγνωσαν. Vat. 791, 2.

Τουτέστιν πάντων κατεφρόνησαν, πάντων κατεγέλασαν· οὐδεὶς αὐτοὺς ἀδικεῖ, οὐδὲ κακῶς ποιεῖ· αὐτὸς δὲ οὔπω ἐπισκοπὴν πεποίηται τούτων, ὥστε ποιήσει μετὰ ταῦτα, καὶ ἐξετάσει τὰ πεπλημμελημένα αὐτοῖς, καὶ οὐ παρόψεται· ἐπιθυμητικῶς κατέφαγον ὀρφανούς.

ιδʹ. Γνοῦς δὲ αὐτῶν τὰ ἔργα, παρέδωκεν αὐτοὺς εἰς σκότος. Vat. ib.

Τουτέστιν, μαθὼν τὰ ἔργα, ἡ ὅτι ἐξετάσας καὶ βασανίσας, τουτέστι γνούς.

Κεφ. ΚΖʹ, δʹ. Οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. Vat. ib.

Τουτέστιν ἐπὶ τῆς αὐτῆς στήσομαι ψήφου, οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς εἰσκροῦσαι, οὐδεὶς παραγαγεῖν τοῦ προκειμένου.

εʹ. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι

ἕως ἄν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω ἀκακίαν μου. Vat. 792, 2.

Τουτέστιν, οὐ κατηγορήσω ἐμαυτοῦ, οὐδὲ μεταθήσομαι, κἂν μυρία λέγητε· οὐ προήσομαι τῆς ψήφου, εἰ καὶ δοκεῖτε παῦσαι τὸν κατ’ ἐμοῦ ἔλεγχον. Κἂν συγκαταθῶμαι εἰς ἃ λέγετε, ὅτε νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηναίην. Οὐκ ἀπώσομαι τὴν ἀκακίαν μου, ἕτερα νοῶν περὶ ὑμῶν, καὶ ἕτερα λέγων.

ιʹ. ἐπελθούσης αὐτῷ ἀνάγκης, μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; Vat. 792, 2.

Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι, φησὶν, ὁ ἀδικῶν οὐκ ἔχει παῤῥησίαν, οὐδὲ φθέγξασθαι, οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ’ ἀφῄρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω. Οἱ δὲ ἄδικοι οὐχ οὕτως.

Κεφ. ΚΗʹ, αʹ. Ἔστι γὰρ ἀργυρίῳ τόπος κτλ. Vat. 793, 2.

Τοῦτό φησιν, ὅτι ὁ ἐν τοῖς τυχοῦσιν τάξιν ὁρίσας, πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρωπίνοις.

βʹ, γʹ. Σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἶσα λίθῳ λατομεῖται. Τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται. Vat. 793, 1.

Ὅτι προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ, καὶ οὐδὲν ἁπλῶς, οὐδ’ εἰκῆ παρέρχεται. Ἢ μᾶλλον ἐκεῖνό φησιν, ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, ἡ δὲ οἰκονομία τοῦ Θεοῦ ἀτέκμαρτος καὶ ἄγνωστος.

Καὶ μετ’ ὀλίγα· Καλῶς εἶπε· Τάξιν ἔθετο σκότει, δεικνὺς ὅτι οἶδε παραχωρεῖν καὶ ὑπερεξίστασθαι. Τίς ἀπελαύνει τὸν ζόφον

ἐκεῖνον; πόθεν εὐταξία τοσαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται, πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας.