Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(6) Βασανιζόμενον δὲ τὸ ὑπὸ τοῦ Ἰησοῦ εἰρημένον τὸ »Ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ »ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες« τάχα 〈ἂν〉 ὑποβάλλοι νοῦν τοιοῦτον, ὡς ἤδη νιψαμένων τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ τῶν μαθητῶν,

καὶ πρὸς τῷ λελοῦσθαι οὐκέτι ἐχόντων χρείαν νίψασθαι, ἔτι δὲ καὶ αὐτοῦ τοῦ Πέτρου ἤδη ὄντος καθαροῦ, καὶ πρὶν νίψῃ τοὺς πόδας αὐτοῦ ὁ Ἰησοῦς.

ἐὰν δέ τις πρὸς ταῦτα ζητῇ τί δηποτοῦν εἰπών· »Ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, ἀλλ’ ἔστι καθαρὸς »ὅλος«, μὴ χρείαν ἐχόντων νίψασθαι τῶν μαθητῶν, νίπτει τοὺς πόδας αὐτῶν ὁ Ἰησοῦς, λεκτέον αὐτῷ τὸ » Παντὶ τῷ ἔχοντι »δοθήσεται καὶ προστεθήσεται«.

ἐπεὶ τοίνυν εἶχον καὶ οἱ μαθηταὶ τὸ εἶναι καθαροί, προστίθησιν Ἰησοῦς τῇ καθαρότητι αὐτῶν καὶ τὸ νίπτειν αὐτῶν τοὺς πόδας· οὔτε τοὺς μὴ λελουμένους νίψων ἂν οὔτε τοὺς μὴ ὅλους καθαρούς, ἀλλ’ οὕτως ὥστ’ ἂν εἰπεῖν περὶ τῶν οὕτως καθαρῶν· κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ Ἰησοῦ, ἵν’ οὕτως ὀνομάσω, καθαρότητος ἀπούσης, εἰς καθαρὸν οὐ λογισθήσεται.

καὶ ταῦτα δὲ ὕστερον ἐκτίθεμαι, ὑποπεσόντα μετὰ τὸ ὑπαγορευθῆναι τὰ πρότερα, σωζόντων ἡμῶν καὶ τὴν τάξιν τῶν ὑπεισελθόντων νοῦν, ὡς πρότερον μὲν ἔβλεπεν ῥυπωθέντας τοὺς πόδας τῶν μαθητῶν δεδεῆσθαι τῆς ἀπὸ τοῦ Ἰησοῦ νίψεως, νῦν δ’ ὅτι διὰ τοῦ | τ’ αὐτῶν ἔνιψεν τοὺς πόδας, ἐπεὶ ἦσαν ὡς ἐν ἀνθρώποις καθαροὶ ἀλλ’ οὐχὶ καὶ παρὰ θεῷ· χωρὶς γὰρ Ἰησοῦ οὐδεὶς παρὰ θεῷ καθαρὸς γίνεται, κἂν πρὸ τούτου νομισθῇ διά τινος ἐπιμελείας αὑτὸν καθαρὸν πεποιηκέναι.

τοῖς δ’ ὡς ἐν ἀνθρώποις καθαροῖς ἤδη γεγενημένοις, καὶ λουσαμένοις τὸ τοῦ Ἰησοῦ βάπτισμα, καὶ νιψαμένοις ὑπ’ αὐτοῦ τοὺς πόδας, ἐνοικεῖν καὶ τὸ ἅγιον δύναται πνεῦμα καὶ ἡ ὡς ἔνδυμα ἐξ ὕψους δύναμις.

ὁ μὲν οὖν Πέτρος μὴ θεωρῶν τὸν λόγον τοῦ βουλήματος Ἰησοῦ, ἀρξαμένου νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος, λέγει αὐτῷ· »Κύριε, σύ μου νίπτεις τοὺς πόδας;« ἐπαπορητικῶς καὶ δυσωπητικῶς τοῦτο φάσκων· ὁ δὲ Ἰησοῦς »ἀπεκρίθη καὶ εἶπεν αὐτῷ«, διδάσκων ὅτι μυστήριον τοῦτο ἦν, τὸ »Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, »γνώσῃ δὲ μετὰ ταῦτα«.