Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

XXXII. Καὶ εἰ μὲν μὴ προτέτακτο τοῦ »Ὅπου ἐγὼ ὑπάγω »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« τὸ » Καθὼς εἶπον τοῖς Ἰουδαίοις« κἂν ἁπλούστερον ἐδοκοῦμεν ταῦτα εἰρῆσθαι, ἀναφερόμενα ἐπὶ τὴν ἀπὸ τοῦ βίου ἔξοδον τῆς Ἰησοῦ ψυχῆς· νυνὶ δὲ καὶ οἱ Ἰουδαῖοι ἀποθνήσκειν ἔμελλον, καὶ ὁ Ἰησοῦς ἀποθανὼν καταβαίνειν εἰς ᾅδου.

πῶς ὅπου ὁ Ἰησοῦς ὑπῆγεν ἐκεῖνοι οὐκ ἐδύναντο ἀπελθεῖν; ἀλλ’ ἐρεῖ τις, ἐπεὶ καὶ ἐν τῷ παραδείσῳ ἔμελλεν γίνεσθαι τοῦ θεοῦ, ἔνθα οἱ μὲν ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθανούμενοι γίνεσθαι οὐκ ἔμελλον, οἱ δὲ τοῦ Ἰησοῦ μαθηταὶ τότε μὲν οὖν οὐκ ἐδύναντο ἐκεῖ γενέσθαι, ὕστερον δὲ διὰ τοῦτο πρὸς μὲν τοὺς ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθανουμένους Ἰουδαίους λέλεκται τὸ »Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ »δύνασθε ἐλθεῖν«· πρὸς δὲ τοὺς μαθητάς· »Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ »δύνασθε ἐλθεῖν ἄρτι«.

τὸ γὰρ ἑξῆς τῆς λέξεώς ἐστιν τοιοῦτον· »Καθὼς εἶπον τοῖς Ἰουδαίοις καὶ ὑμῖν λέγω· Ὅπου ἐγὼ ὑπάγω, »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ἄρτι«. καὶ οὕτω δὲ οὐκ ὀλίγην ἔχει ζήτησιν ὁ τόπος, διὰ τὸ »Ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς »γῆς ποιήσει τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας«.

πῶς γὰρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ποιήσει ἐν τῇ καρδίᾳ τῆς γῆς, 〈ὃς〉 ἅμα τῇ ἐξόδῳ ἐν τῷ παραδείσῳ ἔμελλεν ἔσεσθαι τοῦ θεοῦ, κατὰ τὸ »Σήμερον μετ’ »ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ«; οὕτω δὲ ἐτάραξέν τινας ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε τολμῆσαι αὐτοὺς ὑπονοῆσαι προστεθῆσθαι τῷ εὐαγγελίῳ ἀπό τινων ῥαδιουργῶν αὐτὸ τὸ » Σήμερον μετ’

»ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ«.

ἡμεῖς δέ φαμεν ἁπλούστερον μὲν ὅτι τάχα πρὶν ἀπελθεῖν εἰς τὴν λεγομένην καρδίαν τῆς γῆς ἀπεκατέστησεν εἰς τὸν παράδεισον τοῦ θεοῦ τὸν εἰπόντα αὐτῷ· »Μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου«· βαθύτερον δὲ ὅτι πολλαχοῦ τὸ »σήμερον« ἐν τῇ γραφῇ καὶ ἐπὶ ὅλον παρατείνει τὸν ἐνεστηκότα αἰῶνα· ὥσπερ δὲ καὶ ἐν τῷ »Ἐφημίσθη ὁ λόγος οὗτος »παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον« καὶ »Οὗτος πατὴρ Μωαβιτῶν μέχρι τῆς σήμερον ἡμέρας« καὶ »Σήμερον | ἐὰν τῆς φωνῆς αὐτοῦ »ἀκούσητε, † καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου«.

ἐν τῇ σήμερον ἡμέρᾳ ἐπαγγέλλεται αὐτῷ, ἀξιώσαντι μνησθῆναι αὐτοῦ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, τὸ ἐν τῷ ἐνεστηκότι αἰῶνι πρὸ τοῦ μέλλοντος ποιῆσαι αὐτὸν γενέσθαι σὺν αὐτῷ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.

ἀλλὰ τοῦτο μὲν διὰ μέσου ἐν παρεκβάσει εἰς τὸ προειρημένον εἰρήσθω· τοῖς δὲ μαθηταῖς. ἀκολουθεῖν βουλομένοις τῷ Ἰησοῦ, οὐχ ὡς ἂν οἱ ἁπλούστεροι ὑπο· λάβοιεν σωματικῶς, ἀλλ’ ὡς δηλοῖ τὸ »Ὃς ἂν μὴ ἄρῃ τὸν σταυρὸν »αὐτοῦ. καὶ ἀκολουθήσει ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος εἶναι »μαθητής« φησὶν νῦν ὁ κύριος ὅτι »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε »ἐλθεῖν ἄρτι«.

εἰ γὰρ ἐβούλοντο ἀκολουθεῖν τῷ λόγῳ καὶ ὁμολογεῖν αὐτὸν μὴ σκανδαλιζόμενοι ἐν αὐτῷ, ἀλλὰ οὐκ ἐδύναντό πω τοῦτο ποιεῖν· »Οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη« καὶ »Οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ«.

ἄπεισιν δὲ ὁ λόγος τὰς ἑαυτοῦ πορείας, καὶ ἀκολουθεῖ μὲν αὐτῷ ὁ λόγῳ ἑπόμενος· οὐ δύναται δὲ ἀκολουθεῖν ὁ μὴ εὐτρεπισμένος ὥστ’ εὐτόνως κατ’ ἴχνη βαίνειν, τοῦ λόγου ὁδηγοῦντος πρὸς τὸν ἑαυτοῦ πατέρα τοὺς πάντα πράττοντας ἵνα καὶ δύνωνται αὐτῷ ἕπεσθαι καὶ ἀκολουθῶσιν αὐτῷ, ἕως 〈ἂν〉 εἴπωσιν τῷ χριστῷ· »Ἐκολλήθη ὀπίσω »σου ἡ ψυχή μου«.

Αὐτάρκη δὲ περιγραφὴν εἰληφότος τοῦ λβʹ τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν, αὐτοῦ που καταπαύσομεν τὸν λόγον.