Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(10) Ὁ Ἰησοῦς | πέμπει οὐ μόνον ἁγίους, ἀλλὰ καὶ ἁγίους καὶ ἀγγέλους· καὶ πέμπει μὲν τοὺς διὰ τὸ ἀποστέλλεσθαι ὑπ’ αὐτοῦ ἀποστόλους ὀνομαζομένους.

ἤδη δὲ τούτων οἱ μὲν ἄνθρωποί εἰσιν, οἱ δὲ δυνάμεις κρείττους. οὐ γὰρ ἁμαρτησόμεθα τὸ ›ἀπόστολος‹ ὄνομα τάσσοντες καὶ ἐπὶ τούτων, περὶ ὧν γέγραπται· »Πάντες »εἰσὶν λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς »μέλλοντας κληρονομεῖν σωτηρίαν«.

εἰ γὰρ παρὰ τὸ ἀποστέλλεσθαι ἀπόστολοι, πάντες δέ εἰσιν ὑπὸ τοῦ ποιοῦντος »τοὺς ἀγγέλους »αὐτοῦ πνεῦμα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα« εἰς διακονίαν ἀποστελλόμενοι, ὄντες λειτουργικὰ πνεύματα, καὶ οὗτοι ἂν εἶεν ἀπόστολοι τοῦ ἀποστέλλοντος αὐτούς. καὶ ἕκαστός γε τῶν πεμπομένων ἀπό τινος, ἀπόστολός ἐστιν τοῦ πέμψαντος.

καθ’ ὃ καὶ ἐν τοῖς ἀνωτέρω λέλεκται μετὰ τὸ »Οὐκ ἔστι δοῦλος μείζων »τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν«.

κατὰ τοῦτο δὲ οὐχ ἁμαρτήσει καὶ τὸν Ἰωάννην ἀπόστολον λέγων θεοῦ διὰ τὸ »Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα »αὐτῷ Ἰωάννης«, καὶ τὸν Ἡσαΐαν διὰ τὸ » Τίνα ἀποστελῶ, καὶ τίς »πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;« ὅτε ἀπεκρίνατο λέγων· »Ἰδού »εἰμι ἐγώ, ἀπόστειλόν με«.

τί δὲ περὶ τούτων λέγω, ὅτε καὶ ἐν τῇ πρὸς Ἑβραίους ὁ τηλικοῦτος ἡμῶν σωτὴρ ἀπόστολος εἴρηται τοῦ πατρός; γέγραπται γάρ· »Ἔχοντες οὖν ἀρχιερέα μέγαν καὶ ἀπόστολον »Ἰησοῦν Χριστόν«.

καὶ νῦν οὖν ὃν ἐὰν ἀποστέλλῃ ὁ σωτὴρ διακονησόμενον τῇ τινων σωτηρίᾳ, ὁ ἀποστελλόμενος ἀπόστολός ἐστιν Ἰησοῦ Χριστοῦ.

ἀλλ’ ὁ ἀπόστολος, ὥσπερ τοῦ ἀποστείλαντός ἐστιν ἀπόστολος, οὕτως τισὶν πρὸς οὓς ἀποστέλλεται μόνοις ἐστὶν ἀπόστολος.

ὅπερ νοῶν ὁ Παῦλος ἔλεγεν· » Εἰ καὶ ἄλλοις οὐκ εἰμὶ »ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμί· ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς

»ἐστε ἐν κυρίῳ«.

ἔξεστιν οὖν τινα εἶναι ἀπόστολον Ἰησοῦ Χριστοῦ ἑνὶ μόνῳ ἐξαποσταλέντα, εἰ ἑνὶ μόνῳ θεοῦ προνοίᾳ τὸν λόγον διηκονήσατο.

καὶ ταῦτά φαμεν, ἵνα πάλιν βλέπωμεν τὴν τῶν χρηματισάντων Ἰησοῦ Χριστοῦ ἀποστόλων ὑπεροχήν· »Δεξιάς, γάρ »φησιν, ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, »αὐτοὶ δὲ εἰς τὴν περιτομήν«. οὐκοῦν Παῦλος ἔθνεσι μόνοις ἀπόστολος ἦν, καὶ Πέτρος ὅλῃ τῇ περιτομῇ.

ἡμῶν δὲ κἂν ἀξιωθῇ τις, ὡς παρέστησεν ὁ ἀπόστολος, τοῦ γενέσθαι ἑνί που ἢ ὀλίγῳ πλείοσιν, ἀπόστολος γίνεται.

κἂν γένηται δέ, μὴ ἐπαιρέσθω, μεμνημένος τοῦ »Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ«· οὐ γὰρ πάντως εἰ ζητεῖται, τὸ ζητούμενον | εὑρίσκεται.

Ταῦτα διὰ τὸ »Ὁ λαμβάνων ἐάν τινα πέμψω«, ὅσους ἐνδέχεται πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ, κἂν μή, οὓς εἰθίκαμεν ὀνομάζειν ἀπο στόλους, τοιοῦτοι ὦσιν, καὶ ὅτι ἐνδέχεται καὶ τῆς ἀνθρώπων φύσεως κρείττονα ὄντα πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ.

ὁ οὖν λαμβάνων ὃν 〈ἂν〉 πέμψῃ ὁ Ἰησοῦς, τὸν ἐν τῷ ἀποσταλέντι Ἰησοῦν λαμβάνει· ὁ δὲ λαμβάνων τὸν Ἰησοῦν, πατέρα λαμβάνει· ὁ ἄρα λαμβάνων ὃν ἂν πέμψῃ ὁ Ἰησοῦς λαμβάνει τὸν πέμψαντα τὸν Ἰησοῦ πατέρα.

Δύναται δὲ καὶ τοιοῦτος ὁ λόγος εἶναι· ὁ μὲν λαμβάνων ὃν ἐὰν ἐγὼ πέμψω, ἐμὲ λαμβάνει, καὶ μέχρι τοῦ ἐμὲ παραδέξασθαι φθάνει· ὁ δὲ μὴ διά τινός μου ἀποστόλου ἐμὲ λαμβάνων, ἀλλὰ χωρῶν ἐμὲ οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπων διακονούμενον, ἀλλ’ ἐπιδημοῦντα ταῖς τῶν εὐτρεπισάντων ἑαυτοὺς πρὸς τὴν ἐμὴν παραδοχὴν ψυχαῖς, τὸν πέμψαντά με λαμβάνει πατέρα, ὡς μὴ μόνον ἐμὲ τὸν χριστὸν εἶναι ἐν αὐτῷ ἀλλὰ καὶ τὸν πατέρα.

ἔστιν δὲ ἐκ τούτων καὶ τὰ κατ’ ἐναντιότητα νοῆσαι· ὁ γὰρ λαμβάνων ὃν ἐὰν πέμψῃ ὁ υἱὸς τοῦ πονηροῦ, ἐκεῖνος τὸν ἀντίχριστον λαμβάνει· ὁ δὲ λαμβάνων τὸν υἱὸν τοῦ πονηροῦ καὶ παραδεξάμενος τὸν ἀντίχριστον λόγον, ὑποκρινόμενον εἶναι ἀλήθειαν καὶ ψευδῶς ἐπαγγελλόμενον εἶναι δικαιοσύνην, οὗτος αὐτὸν λαμβάνει τὸν πονηρόν.

διὸ προσέχωμεν, ἵν’ ὡς καλοὶ τραπεξῖται δοκιμάζωμεν μὲν τὸν τῶν ἀληθῶν διάκονον, ἀποδοκιμάζωμεν δὲ τὸν τῶν ψευδῶν.

ἐνθάδε μὲν οὖν

»Ὁ λαμβάνων, φησίν, ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ »λαμβάνων, λαμβάνει τὸν πέμψαντά με« καὶ »Ὁ θεωρῶν ἐμέ, θεωρεῖ »τὸν πέμψαντά με«· οὔτε δὲ εἴρηται· ›Ὁ πιστεύων εἰς ὑμᾶς, πιστεύει εἰς ἐμέ‹ οὔτε ›Ὁ θεωρῶν ὑμᾶς, θεωρεῖ ἐμέ‹. λαμβάνειν μὲν γὰρ ἡμᾶς βούλεται τοὺς ἀποστόλους ἑαυτοῦ, οὐ μὴν καὶ πιστεύειν εἰς αὐτούς.

λαμβάνωμεν οὖν τοὺς ὑπὸ τοῦ λόγου ἡμῖν ἀποστελλομένους καὶ αὐτὸν τὸν λόγον τοῦ θεοῦ· μηδέποτε δὲ παραδεξώμεθα ἀπόστολον ἀντιχρίστου καὶ λόγον ψευδῆ.