Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Εἰ δὲ βουλόμεθα εἰδέναι τίς ἐστιν ὁ πᾶσαν ἔχων τὴν πίστιν, λάβωμεν ἐπὶ παραδείγματος κεφαλαιωδῶς τὰ ἐν τῷ πιστεύεσθαι σώζοντα τὸν πιστεύοντα, φέρε εἰπεῖν, ὄντα τὸν ἀριθμὸν ἑκατόν, καὶ λέγωμεν ὅτι ὁ μὲν τὰ προειρημένα ἑκατὸν ἀδιστάκτως

παραδεχόμενος καὶ ἑκάστῳ αὐτῶν βεβαίως πιστεύων πᾶσαν ἔχει τὴν πίστιν· ὁ δὲ λείπων ἔν τινι ἀριθμῷ τῶν ἐν τῷ πιστεύεσθαι σωζόντων, ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι, τοσοῦτον λείπει τοῦ πᾶσαν ἔχειν τὴν πίστιν, ὅσοις ἀριθμοῖς πιστεύων ἐνδεῖ ἢ ὅσον ἀφέστηκεν τῆς περὶ τῶν πιστευομένων βεβαιότητος εἴτε πάντων εἴτε τινῶν· ἵν’ ἐπὶ τοῦ παρόντος δοθῇ τισὶν μὲν δύνασθαι βεβαίως πιστεύειν τινά, τισὶν δὲ πιστεύειν μέν, οὐ βεβαίως δέ· πλὴν ὁμολογουμένως δοθείη ἂν ἀμήχανον ἀποδείκνυσθαι τὸν ἐν 〈ἑνὶ〉 ἀτελῆ πρὸς μηδὲν ἔχειν βεβαιότητα, ὅτι οὐ τὸ ἴσον ἀπόστημα ἀπὸ τῆς πρὸς τὰ πιστευόμενα βεβαιότητος ἀπέχει ἕκαστος τῶν, ἵν’ οὕτως ὀνομάσω, κατὰ τὴν γραφὴν ὀλιγοπίστων καὶ τὴν πρὸς τὰ πιστευόμενα βεβαιότητα οὐδέπω ἀνειληφότων.

τούτοις δὲ ἕπεται διὰ τὸ » Κατὰ τὴν »πίστιν σου γενηθήτω σοῖ« καὶ διὰ τὸ »Ἡ πίστις * σέσωκέν σε« ἑκάστῳ ἀπαντῆσαι κατὰ τὴν ἐν τῇ δικαίᾳ κρίσει τοῦ θεοῦ ἀμοιβὴν ἀνάλογον τοσῇδε καὶ τοιᾷδε πίστει καὶ σωτηρίαν· εἴ γέ ἐστίν τις καὶ ἐν ταύτῃ σωζομένων διαφορά, ὡς τὸ » ῟Ωι μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται »ὑμῖν« φθάνειν καὶ ἐπὶ τὰ μέτρα τῆς πίστεως καὶ τὰ μέτρα τῆς ἀπὸ θεοῦ ἀμοιβῆς καὶ σωτηρίας.

ὁ δὲ τὸν τούτων κατανοήσας λόγον θεωρήσει πῶς εὐλόγως ὡς μὴ δυναμένοις κρίνειν τοῖς ἀνθρώποις λέγεται· » Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε« καὶ τὸ » Μὴ πρὸ καιροῦ τι »κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος«.

πάλιν τ’ αὖ ἐπεὶ ἔλεγον ὡς ἐπὶ παραδείγματος, ἑκατὸν ὄντων τῶν σωζόντων ἐν τῷ πιστεύεσθαι, τὸν μὲν τοῖς ἑκατὸν βεβαίως πιστεύοντα πᾶσαν ἔχειν τὴν πίστιν, τὸν δὲ λείποντα τῇ πρός τινα τῶν ἑκατὸν πίστει ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι διαφόρως μὴ πᾶσαν ἔχειν τὴν πίστιν, ἐκθήσομεν σαφηνείας ἕνεκεν τοιαῦτα.

»Πρῶτον πάντων πίστευσον ὅτι εἷς ἔστιν »ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ »ὄντος εἰς τὸ εἶναι τὰ πάντα«.

χρὴ δὲ καὶ πιστεύειν ὅτι κύριος Ἰησοῦς Χριστός, καὶ πάσῃ τῇ περὶ αὐτοῦ κατὰ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἀληθείᾳ.

δεῖ δὲ καὶ εἰς τὸ ἅγιον πιστεύειν πνεῦμα, καὶ ὅτι αὐτεξούσιοι ὄντες κολαζόμεθα μὲν ἐφ’ οἷς ἁμαρτάνομεν, τιμώμεθα δὲ ἐφ’ οἷς εὖ πράττομεν.

φέρε οὖν καθ’ ὑπόθεσιν, εἴ τις δοκῶν πιστεύειν εἰς τὸν Ἰησοῦν μὴ πιστεύοι ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ νόμου καὶ εὐαγγελίου, οὗ τὴν δόξαν οὐρανοί, ὡς ὑπ’ αὐτοῦ γεγενημένοι, διηγοῦνται, καὶ τὸ στερέωμα ἀναγγέλλει τὴν ποίησιν τῶν

χειρῶν αὐτοῦ, ὡς ἔργον | τυγχάνον αὐτῶν, οὗτος ἂν μεγίστῳ λείποι τῆς πίστεως κεφαλαίῳ.

ἢ πάλιν εἴ τις πιστεύων ὅτι ὁ ἐπὶ Ποντίου Πλάτου σταυρωθεὶς ἱερόν τι χρῆμα καὶ σωτήριον τῷ κόσμῳ ἐπιδεδήμηκεν, ἀλλ’ οὐκ ἐκ παρθένου τῆς Μαρίας καὶ ἁγίου πνεύματος τὴν γένεσιν ἀνείληφεν, ἀλλ’ ἐξ Ἰωσὴφ καὶ Μαρίας, καὶ τούτῳ ἂν λείποι εἰς τὸ πᾶσαν ἔχειν τὴν πίστιν τὰ ἀναγκαιότατα.

πάλιν τε αὖ εἰ τὴν μὲν θεότητά τις αὐτοῦ παραδέχοιτο, τῇ δὲ ἀνθρωπότητι προσκόπτων μηδὲν ἀνθρώπινον περὶ αὐτὸν πιστεύοι γεγονέναι, ἢ ὑπόστασιν εἰληφέναι, καὶ τούτῳ ἂν λείποι πρὸς πᾶσαν τὴν πίστιν οὐ τὰ τυχόντα.

ἢ εἰ ἀνάπαλιν τὰ μὲν περὶ αὐτὸν ἀνθρώπινα προσίοιτο, τὴν δὲ ὑπόστασιν τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως ἀθετοῖ, καὶ οὗτος ἂν οὐ δύναιτο λέγειν πᾶσαν ἔχειν τὴν πίστιν.

καὶ οὕτως καθεξῆς μοι νόει, ἵνα θεωρήσωμεν ὁπηλίκον ἐστὶν τὸ ἀνελλιπῶς καὶ βεβαίως πᾶσαν τὴν πίστιν ἔχειν, τοσοῦτον δυναμένην, ὅτε πᾶσά ἐστιν ἐν ἀνθρώπου ψυχῇ, ὥστε ἅτινά ποτέ ἐστιν τὰ ὄρη μεθιστάνειν αὐτὰ δύνασθαι· πάντων μὲν τῶν ἀνθρώπων δυναμένων μεθιστάνειν τὸ δεικνύμενον ὑπὸ τοῦ Ἰησοῦ ὄρος, καὶ τὰ δεικνύμενα αὐτῷ, εἰ δὲ λείποι τινὰ τῇ πάσῃ πίστει, λείπει τῇ δυνάμει τοῦ μετατιθέναι ὄρη.

Καὶ χρήσομαί γε καὶ τοιούτῳ [καὶ] εἰς ταῦτα παραδείγματι· ὥσπερ καθέλκουσιν οἱ τοσοῦτοι, τοιάνδε δύναμιν ἔχοντες, πρώτως εἰς θάλασσαν τὴν ναῦν, εἰ δὲ λείποιεν οὗτοι κἂν ἑνὶ τῶν συνεργῶν ἢ τῇ δυνάμει τινός, οὐκ ἂν καθέλκοιτο ἡ ναῦς· οὕτως οἱονεὶ πολλοὶ μετατιθέντες εἰσὶν τὰ ὄρη ἡ πᾶσα πίστις· τοσοῦτον δὲ λείπει τῇ δυνάμει τῆς τῶν ὀρῶν μεταθέσεως ὅσον λείπει πρὸς τὸ πᾶσαν τὴν πίστιν ἔχειν ὁ ἔτι κατ’ αὐτὴν ἀτελής.

καὶ ὅρα εἰ μὴ χρησίμως ὅλα ταῦτα ἐξήτασται διὰ τοὺς μαθητὰς ὧν ἔνιψεν ὁ Ἰησοῦς τοὺς πόδας. πρὸς οὓς εἶπεν, ὡς ἂν ὑπολάβοι ὁ μὴ ἐξετάσας, ὡς μηδέπω πιστεύσαντας τὸ »Ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύητε »ὅταν γένηται ὅτι ἐγώ εἰμι«· ἅμα δὲ καὶ ἀναπτυσσόμενος ὁ λόγος δείκνυσιν πηλίκη μέν ἐστιν ἡ κατὰ τὴν πᾶσαν πίστιν ἀρετή, καὶ ὅτι σπανίως εὑρισκομένη· πόσῳ δ’ ἕκαστος ἡμῶν ἀπολείπεται τοῦ τὴν πᾶσαν ἔχειν πίστιν, ὥστε ὄρη μεθιστάνειν.

πλὴν οὐκ εὐκαταφρόνητον πρὸς τὸ ποιεῖν πιστεύειν ἐστίν, κατὰ τὰ νῦν προκείμενα,

τὸ τοὺς προφήτας μὲν προτεθεσπικέναι τὰ περὶ τοῦ Ἰησοῦ, κατὰ δὲ τὸν λόγον αὐτῶν ἀπηντηκέναι τῷ σωτῆρι τὰ προειρημένα.