Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ γὰρ πρέπει ὑπόδειγμα ἡμῖν τὸν Ἰησοῦν δεδωκέναι τοῦ νίπτειν πόδας ἀνάλογον τοῖς τροπικῶς ὑπὸ τῆς νύμφης ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων εἰρημένοις ἐν τῷ »Ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ »αὐτούς;«

πρόσχες δὲ τῷ »Ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς »ποιῆτε« συνεξετάζων αὐτὸ τῷ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος »μετ’ ἐμοῦ«.

ἐὰν δέ τις πρὸς ταῦτα λέγῃ, ὅτι κἂν ἀλληγορῆται, οὐδὲν ἧττον γέγονε καὶ κατὰ τὸ ῥητόν, ἀκουστέον μετὰ τοῦ τροπικοῦ καὶ τῆς φασκούσης λέξεως· »Εἰ οὖν * ἔνιψα τοὺς πόδας ὑμῶν, ὁ »κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς »πόδας. ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν »καὶ ὑμεῖς ποιῆτε«· λεκτέον πρὸς τὸν τοιοῦτον· ἄρ’ ἐπεὶ κατὰ τὸ ῥητὸν γέγονεν τὸ εἰρημένον πρὸς τὸν εἰπόντα Πέτρον· »Οὐ μὴ »νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα« τὸ »Ἐὰν μὴ νίψω σε, οὐκ »ἔχεις μέρος μετ’ ἐμοῦ«· καὶ ἡμεῖς κατὰ τὸ ῥητὸν τοῖς κατ’ εὐλάβειαν μὴ ἐμπαρέχουσιν ἑαυτῶν τοὺς πόδας ἡμῖν ἵνα αὐτοὺς νίψωμεν φήσομεν καὶ τολμήσομεν εἰπεῖν τοῖς τοιούτοις τὸ »Ἐὰν μὴ νίψω »σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«.

εἰ δὲ ἐνταῦθα οὐ δυσωπεῖ τὸ ὃ εἶπον, ἐπίσκεψαι τί σε χρὴ λέγειν πρὸς τὴν περὶ τοῦ εἰ χρὴ καὶ τὴν λέξιν πάντως τηρεῖν ἐπαπόρησιν.

ὅτι μὲν οὖν ποτε καθήξει τῷδε μὲν νίψαι τοὺς πόδας τοῦ δεῖνα μαθητοῦ Ἰησοῦ, τῷδε 〈δὲ〉 ἐμπαρασχεῖν αὐτοὺς νιφθησομένους ὑπ’ αὐτοῦ, ὡς ἀπὸ ἀγάπης καὶ φιλοφροσύνης τὸν μὲν ποιῆσαι, τὸν δὲ παρασχεῖν, καὶ αὐτὸς ἂν ὁμολογήσαιμι.

εἰ δὲ φήσομεν ἕκαστον τῶν μὴ συνειδότων ἑαυτῷ τοῦτο πεποιηκέναι καὶ ἁγίων οὕτω τοὺς πόδας νενιφέναι ὀφειλομένην τινὰ ἐντολὴν μὴ ἀποδεδωκέναι τὴν »Ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας« ὥρα που λέγειν, ἐγγύς που πάντας ὀφειλέτας εἶναι τῆς ἐντολῆς ταύτης.

(8) Ἔτι καὶ ταῦτα ἔχεσθαί μοι δοκεῖ τοῦ δεῖν τὰ περὶ τῆς τῶν ποδῶν νίψεως τροπολογεῖν· τὸ γὰρ »Εἰ ταῦτα οἴδατε, »μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτὰ« οὐδενὸς ποιητέου προειρημένου ἢ περὶ τῆς νίψεως τῶν ποδῶν, ἐπ’ ἐκείνην τὴν ἀναφορὰν ἔχει.

τὰ δὲ κατὰ τὸν τόπον μαθήματα, πῶς τε πόδες μαθητῶν μολύνονται ἤδη λουσαμένων, καὶ τίνα τρόπον πλύνονται, εἰδέναι ὡς ὁ λόγος βούλεται, καὶ ποιεῖν ὡς θέλει ὁ Ἰησοῦς, ἀληθῶς μακαρίων ἐστὶν ἔργον.

οὐ γὰρ τὸ τηλικοῦτον ὄνομα τὸ ›μακάριον‹ εὔλογον ἐπὶ τοῖς τυχοῦσιν φῆσαι παρεῖναί τισιν, ἐφ’ ᾧ καὶ οἰκέτης ἂν πλύνων τοὺς πόδας τοῦ δεσπότου μακάριος ἂν κατ’ αὐτὸ τοῦτο δόξαι τυγχάνειν καὶ κόλαξ καὶ ὑποκριτής· ὃ γὰρ ἡμεῖς ἀποδίδομεν, νίπτειν τοὺς πόδας μαθητῶν Ἰησοῦ μεγάλου τινός ἐστιν καὶ Ἰησοῦν ἐν ἑαυτῷ ἔχοντος καὶ ἁπαξαπλῶς μακαρίου.

χρὴ δὲ εἰδέναι τοῦτο, ὅτι παράκειται τῷ ῥητῷ τούτῳ ὅμοια· ἐν μὲν τῷ κατὰ Ματθαῖον τὸ »Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν »κύριον αὐτοῦ. ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος »αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ«· ἐν δὲ τῷ κατὰ Λουκᾶν τὸ »Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον· κατηρτισμένος δὲ πᾶς »ἔστω ὡς ὁ διδάσκαλος αὐτοῦ«.

Ἑξῆς τούτῳ ἐστὶν ζητῆσαι τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω« ἐπὶ τί λελεγμένον ἀνοίσομεν. ὁ μὲν οὖν τις φήσει ἐπὶ τὸ »Μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά«· οὐ γὰρ μακάριος Ἰούδας. οὐ νομίζω δὲ ὑγιῶς ἐπὶ τοῦτο ἀναφέρεσθαι τὸ λεγόμενον.

τοῦτο γὰρ ὅλον καὶ περὶ Ἰούδα καὶ παντὸς οὑτινοσοῦν, κἂν φαυλότατος ᾖ, ἀληθὲς τὸ Μακάριος εἶ ὁ δεῖνα ἐὰν ποιήσῃς τάδε· ὡς εἰ λέγοιμι καὶ τῷ ἀκολάστῳ, εἰ καὶ μὴ ἀκούσεται τῶν λεγομένων μηδὲ σωφρονήσει·

›μακάριος εἶ, ἐὰν σωφρονήσῃς‹· καὶ τῷ σοφίαν ἐξουδενοῦντι, εἰ καὶ ἐπιβαίνει τῇ προαιρέσει ταύτῃ· ›μακάριος εἶ, ἐὰν σοφίαν καὶ παιδείαν ἀναλάβῃς‹.

μήποτε οὖν τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω« ἀνοίσομεν εἰς τὸ εἰρημένον τὸ »Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ«.

ἐπεὶ γὰρ »Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας«, ἐποίει δὲ τὴν ἁμαρτίαν ὁ Ἰούδας, καὶ μάλιστα τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα, δοῦλος ἦν Ἰούδας τῆς ἁμαρτίας.

δοῦλος δὲ ὢν τῆς ἁμαρτίας, οὐκ ἦν τοῦ λόγου τοῦ θεοῦ δοῦλος.

οὕτω δὲ οὐδὲ ἀπόστολος τοῦ Ἰησοῦ ἔτι ἦν· ἤδη γὰρ τοῦ διαβόλου ἐγεγόνει, βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα.

διὸ ἀρνούμενος αὐτὸν εἶναι | δοῦλον ἑαυτοῦ ὁ σωτὴρ καὶ ἀπόστολον εἶπεν μετὰ τὸ »Οὐκ ἔστιν δοῦλος μείζων »τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν« τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω«.