Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(5) Εἴπερ τοῖς ἀξίοις τῶν ἐν σαρκὶ ζώντων καὶ μὴ κατὰ σάρκα στρατευομένων εὐχομένοις τοιαύτη τις λέγεται ὑπὸ θεοῦ περὶ τῆς εὐχῆς αὐτῶν ἐπαγγελία· » Καὶ ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ »πάρειμι«· τί χρὴ νομίζειν ἐπὶ τοῦ σωτῆρος καὶ κυρίου ἢ ›Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι‹; ἅμα γὰρ »ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ »εἶπεν«.

τί δὲ εἶπεν; εἰ οἷόν τέ ἐστιν ὡς ἐν τοιούτοις στοχάσασθαι ἀκολούθως τῷ »Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοῦ πάρειμι«, ἂν εἴη πλεῖον [ᾖ] 〈τὸ〉 πρὸς τὸν σωτῆρα λεγόμενον παρὰ τὸ ἐν τῇ πρὸς τοὺς δικαίους ἐπαγγελίᾳ γεγραμμένον· »Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι«. τί οὖν εἶπεν;

προέθετο μὲν εἰπεῖν εὐχήν· προλαβόντος δὲ τὴν εὐχὴν αὐτοῦ τοῦ εἰπόντος ἂν αὐτῷ· »Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι« ἀντὶ τῆς κατὰ πρόθεσιν ἂν λεχθείσης εὐχῆς λέγει τὴν ἐπὶ τῷ προλαβόντι τὴν εὐχὴν εὐχαριστίαν· καὶ ὡς ἐπακουσθεὶς ἐφ’ οἷς ἐνενόησεν μέν, οὐ προήνεγκεν δὲ ἐν τῷ εὔχεσθαι, φησί· »Πάτερ, »εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου«.

ἔμελλεν οὖν εὔχεσθαι περὶ τῆς Λαζάρου ἀναστάσεως, καὶ προλαβὼν αὐτοῦ τὴν εὐχὴν ὁ μόνος ἀγαθὸς θεὸς καὶ πατὴρ ἤκουσεν τῶν μελλόντων λέγεσθαι ἐν τῇ εὐχῇ, ἐφ’ οἷς ἐν ἐπηκόῳ τοῦ περιεστηκότος αὐτὸν ὄχλου ἀναπέμπει ἀντὶ εὐχῆς εὐχαριστίαν ὁ σωτήρ, δύο ἅμα ποιῶν, καὶ εὐχαριστῶν ἐφ’ οἷς ἔτυχεν περὶ τοῦ Λαζάρου, καὶ πιστοποιῶν τὸν περιεστηκότα αὐτὸν ὄχλον· ἐβούλετο γὰρ αὐτοὺς παραδέξασθαι ὡς ἄρα ἀπὸ θεοῦ ἀπεσταλμένος τῷ βίῳ ἐπιδεδήμηκεν.

ἔγνω δὲ ἐπακουσθείς, ἐπείπερ πνεύματι εἶδεν ὅτι ἀπεκατέστη ἡ τοῦ Λαζάρου ψυχὴ ἐπὶ τὸ σῶμα αὐτοῦ, ἀναπεμφθεῖσα ἀπὸ τοῦ χωρίου τῶν ψυχῶν.