Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Περὶ τῶν ὀφθαλμῶν Ἰησοῦ καὶ τῆς σχέσεως αὐτῶν πρός τινας ἐπιμελῶς τηρητέον καὶ ἐξεταστέον· οἷον ἐν μὲν τῷ κατὰ Λουκᾶν, ὅτε ἔμελλεν λέγειν τοὺς μακαρισμοὺς καὶ τὴν ἑξῆς αὐτοῖς διδασκαλίαν· »Ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ »ἔλεγεν«· νυνὶ δὲ »Ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἄνω καὶ εἶπεν«.

διδασκόμεθα γὰρ ἀπὸ μὲν τοῦ προτέρου ὅτι μὴ κάτω εἰσὶν οἱ τοῦ Ἰησοῦ μαθηταί· διόπερ ἐπαίρονται οἱ ὀφθαλμοὶ τοῦ διδασκάλου εἰς αὐτούς, οἷς ἄξιον ἦν ἐπᾶραι αὐτὸν τοὺς ἑαυτοῦ ὀφθαλμούς· διὰ δὲ τοῦ νῦν ἐξεταζομένου ὅτι μετέθηκεν ἑαυτοῦ τὸ διανοητικὸν ἀπὸ τῆς | πρὸς τοὺς κάτω ὁμιλίας καὶ ἀνήγαγεν καὶ ὕψωσεν προσάγων αὐτὸ τῇ πρὸς τὸν ὑπεράνω πάντων πατέρα εὐχῇ.

ἀλλὰ καὶ εἴπερ μιμητὴς Χριστοῦ ἐστι Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, ἀνάγκη τὸν

κατὰ ζῆλον καὶ μίμησιν τῆς Χριστοῦ εὐχῆς εὐξόμενον, ἄραντα τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἄνω καὶ ἀναβιβάσαντα αὐτοὺς ἀπὸ τῶν τῇδε πραγμάτων καὶ μνήμης καὶ ἐννοιῶν καὶ λογισμῶν, οὕτως εἰπεῖν τῷ θεῷ τοὺς λόγους τῆς εὐχῆς τοὺς περὶ μεγάλων καὶ ἐπουρανίων μεγάλους καὶ ἐπουρανίους.

εἰ δέ τις πρὸς ταῦτα ἀνθυποίσει τὸν μηδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θελήσαντα τελώνην καὶ τύψαντα ἑαυτοῦ τὸ στῆθος καὶ εἰπόντα· »Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ«, λεκτέον πρὸς αὐτὸν ὅτι ὥσπερ οὐ πᾶσιν οὐδὲ ἀεὶ παραληπτέον τὴν κατὰ θεὸν λύπην μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαζομένην, ἀλλ’ ἢ μόνῳ καὶ παντὶ τῷ ἄξια τοιαύτης λύπης ποιήσαντι καὶ μεταγινώσκοντι ἐπ’ αὐτοῖς, καὶ παραληπτέον γε αὐτὴν σὺν μέτρῳ καὶ μὴ περισσήν, ἵνα μὴ τῇ πε ρισσοτέρᾳ λύπῃ καταποθῇ ὑπὸ τοῦ Σατανᾶ, οὕτως μήποτε οὐ παντὶ καθήκει μηδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θέλειν, ὡς οὐδὲ ἑστάναι μακρόθεν.

ἕκαστος δὲ ἑαυτὸν περὶ τῶν τοιούτων κρινέτω, καὶ »δοκιμαζέτω ἄνθρωπος ἑαυτόν, καὶ οὕτως« οὐ μόνον »ἐκ τοῦ ἄρτου »ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω«, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπαράτω καὶ αἰρέτω αὐτοὺς ἄνω κατὰ τὴν εὐχὴν, ὑποτάσσων ἑαυτὸν θεῷ καὶ ταπεινῶν ἑαυτὸν ἐκείνῳ λεγέτω.

καὶ εἰ νομίζομεν τῷ ὀπωσποτοῦν βιοῦντι καθήκειν ὁμοίως τῷ τελώνῃ μηδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θέλειν, ὥρα λέγειν ὁμοίως τῷ μὴ ἐπᾶραι θέλειν τοὺς ὀφθαλμοὺς καὶ ἀπὸ μακρόθεν τοῦ ἱεροῦ ἑστάναι δεῖν.

ἱερὸν δὲ ποῖον ἂν εἴη ἢ 〈ἡ〉 ἐκκλησία τοῦ ζῶντος θεοῦ; ἥτις καὶ οἶκος θεοῦ παρὰ τῷ Παύλῳ ὀνομάζεται λέγοντι· »Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς »δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, »στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας«.

ὥσπερ 〈οὖν〉 οὐ παντὶ καθήκει μὴ χρῆσθαι τῷ ἄρτῳ καὶ μὴ πίνειν ἐκ τοῦ ποτηρίου καὶ [μὴ] πόρρω εἶναι τοῦ οἴκου τοῦ θεοῦ καὶ τῆς ἐκκλησίας· οὕτως οὐ παντὶ καθήκει τὸ μὴ θέλειν ἐπᾶραι τοὺς ὀφθαλμούς.

ἁμαρτάνει δὲ εἴ τις καθήκοντος αὐτῷ ἐπαίρειν τοὺς ὀφθαλμοὺς μὴ ἐπαίρει, καὶ εἴ τις καθήκοντος μὴ ἐπαίρειν ἐπαίρει.

ὁ μὲν οὖν κατὰ τὸ εὐαγγέλιον τελώνης οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι, καθηκόντως ποιῶν· ἐπάραι δ’ ἂν αὐτοὺς εὐλόγως ὁ παρὼν τῷ Ἰησοῦ μαθητής, πρὸς ὃν καὶ ἐντολὴ δίδοται ἡ λέγουσα· »Ἐπάρατε | τοὺς ὀφθαλμοὺς »ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν »ἤδη«.

καὶ ὁ προφήτης δέ φησιν· »Ἐπάρατε εἰς ὕψος τοὺς

»ὀφθαλμοὺς ὑμῶν«· ἀλλὰ καὶ ἐν ἑκατοστῷ εἰκοστῷ δευτέρῳ ψαλμῷ, ὄντι ᾠδῇ τῶν ἀναβαθμῶν τετάρτῃ, ὡς καθηκόντως ἐπάρας τοὺς ὀφθαλμοὺς πρὸς θεόν φησιν ὁ προφήτης· »Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς »μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων »εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας »τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν »ἡμῶν ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς«.