Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(21) Ὅρα πῶς μεμαρτύρηται ἀνακεχωρηκέναι, ἵνα καὶ ἡμεῖς γινώσκωμεν ἐν καιρῷ τὸ τοιοῦτο ποιεῖν. καὶ πρόσχες γε ὅτι

οὐκ ᾔδεισαν ὅπου ἐστὶν οὔτε οἱ ἀρχιερεῖς οὔτε οἱ Φαρισαῖοι, καὶ μὴ εἰδότες διδόασιν ἐντολάς, ἵνα ἐάν τις γνῷ ποῦ ἐστὶν μηνύσῃ αὐτοῖς καὶ συλλάβωσιν αὐτόν.

καὶ ἄλλως δὲ φήσεις ὅτι οἱ ἐπιβουλεύοντες τῷ Ἰησοῦ οὐκ οἴδασιν ποῦ ἐστιν.

διὸ διδόασιν ἑτέρας παρὰ τὰς τοῦ θεοῦ ἐντολάς, »διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων«.

καί εἰσιν αὐτῶν αἱ ἐντολαὶ ⟨ἃς⟩ διδόασιν Φαρισαῖοι καὶ ἀρχιερεῖς, τῶν σωματικῶν τυγχάνοντες Ἰουδαίων, κατὰ τοῦ Ἰησοῦ· βούλονται γάρ τινας μηνῦσαι αὐτοῖς τὸν Ἰησοῦν, ἵνα αὐτὸν ὑποχείριον λαβόντες προδῶσιν.

καὶ φήσεις πάντα τὸν περιεργαζόμενον τὰ περὶ τὸν χριστιανισμὸν ἐπὶ τῷ αὐτὸν ἀνα|τρέπειν καὶ κατηγορεῖν Φαρισαῖόν τινα εἶναι καὶ οὐκ ἀγαθὸν ἀρχιερέα, ἄλλων λόγων διδόντα ἐντολάς, οἷς οἴεται διδάξειν αὑτὸν τὰ περὶ τὸν Ἰησοῦν, ἵνα μηνυθέντα αὐτὸν αὐτῷ πιάσῃ καὶ ὑβρίσας ἀποκτείνῃ.

Ἀλλὰ γὰρ αὐτάρκη περιγραφὴν εἰληφότος καὶ τοῦ ὀγδόου καὶ εἰκοστοῦ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν τόμου, αὐτοῦ καταπαύσωμεν τὸν λόγον, ἐν τῷ ἐνάτῳ καὶ εἰκοστῷ, θεοῦ διδόντος, ἀρξόμενοι τῶν ἑξῆς.