Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(17) Οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συναγαγόντες συνέδριον καὶ σκεψάμενοι περὶ τοῦ σωτῆρος ἡμῶν τί αὐτῷ ποιητέον αὐτοῖς, Καϊάφα τοῦ ἀρχιερέως τὰ προεκτεθειμένα ⟨εἰπόντος,⟩ ὑπὸ τῶν λόγων αὐτοῦ παροξυνθέντες συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν κύριον.

διόπερ ζητήσεις ἀπὸ ποίου πνεύματος προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ πότερον τὸ ἅγιον πνεῦμα καὶ ἐν τοιούτῳ ἐνήργησεν καὶ αἴτιον γεγένηται τῆς κατὰ τοῦ Ἰησοῦ συμβουλῆς, ἢ οὐκ ἐκεῖνο μὲν οὖν, ἄλλο δὲ τὸ δυνάμενον καὶ ἐν τῷ ἀσεβεῖ λαλῆσαι καὶ τοὺς ὁμοίους ἐκείνῳ κατὰ τοῦ Ἰησοῦ κινῆσαι οὐδὲν ἧττον καὶ ἑώρα τι εἰς τὸν Ἰησοῦν, ὡς κατὰ δύναμιν προεξητάσαμεν.

ὁ μέντοι βουλόμενος ἀπολογεῖσθαι περὶ τοῦ ἁγίου πνεύματος δοκοῦντος αἰτίου γεγονέναι ἵνα συμβουλεύσωνται ἀποκτεῖναι τὸν Ἰησοῦν ἐκ τῶν λόγων κινηθέντες τοῦ Καϊάφα οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι φησὶν ὅτι οὐκ ἀλλότριόν ἐστιν τὸ τοιοῦτο ἔργον τῆς ἁγιότητος, ἐπεὶ μηδὲ Ἰησοῦς ἀνάξιον ἑαυτοῦ πεποίηκεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐλθὼν τῶν ἐν τῷ Ἰσραὴλ καὶ φάσκων· »Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ »βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται«.

ὡς γὰρ

δεόμεθα λόγου σοφίας εἰς τὸ ἀπολογήσασθαι πῶς ὁ ὁμολογῶν εἰς κρῖμα τῷ κόσμῳ τούτῳ ἐπιδεδημηκέναι οὐκ ἀνάξιον ἑαυτοῦ πεποί ηκεν, οὕτως καὶ εἰς τὸ ἐκ τῶν διὰ τοῦ Καϊάφα λόγων τοῦ ἁγίου πνεύματος συμβεβουλεῦσθαι τοὺς ἀρχιερεῖς καὶ τοὺς Φαρισαίους ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν. περὶ μὲν οὖν τοῦ·

»Εἰς κρἰμα ἐγὼ εἰς »τὸν κόσμον τοῦτον ἦλθον«, ὅσα δεδυνήμεθα ἐν τοῖς εἰς τὸν τόπον ἐξηγητικοῖς εἰρήκαμεν· περὶ δὲ τοῦ νῦν προκειμένου τοιαῦτα ἂν λέγοιτο, ὅτι ὥσπερ τὸν ἱερὸν νοῦν τῶν γραφῶν, ἐπὶ ὠφελείᾳ λεγόμενον τῶν ζητούντων ὑπ’ αὐτοῦ ὠφεληθῆναι, οἱ ἐπὶ τὸ χεῖρον παρεκδε|χόμενοι, ὥστε καὶ ἀφορμὰς ἔχειν δοκεῖν πρὸς κατασκευὴν ἀσεβοῦς διδασκαλίας τῶν ἀδικίαν εἰς τὸ ὕψος λαλούντων, συκοφαντοῦσιν, οὕτως τὴν περὶ τοῦ σωτῆρος ἡμῶν ὑπὸ τοῦ Καϊάφα γενομένην προφητείαν ἀληθεύουσαν ἐν τῷ συμφέρειν ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, οὐχ ὑγιῶς ἀκούσαντες οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἀλλὰ ἄλλον νοῦν νομίσαντες εἶναι καὶ βούλημα τῆς τοῦ Καϊάφα συμβουλῆς, ἀπ’ ἐκείνης συνεβουλεύσαντο τῆς ἡμέρας ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν.

ταῦτα δέ φημι κατὰ τὸ ἀκόλουθον τῇ περὶ τοῦ ἄγιον εἶναι πνεῦμα τὸ διὰ τοῦ Καϊάφα προφητεῦσαν ἐκδοχῇ, οὐ πάντως 〈συν〉ιστὰς τοῦθ’ οὕτως ἔχειν, ἀλλὰ καταλιπὼν καὶ τοῖς ἐντυγχάνουσιν κρίνειν ὁπότερον χρὴ παραδέξασθαι περὶ τοῦ Καϊάφα, καὶ ὡς † ὑπὸ πόδας τοῦ πνεύματος κεκινημένου.