Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(14) Ὅρα γὰρ εἰ μὴ παροξῦναι βούλεται τοὺς ἀκροωμένους εἴτε ὁ Καϊάφας εἴτε τὸ ἐνεργοῦν αὐτὸν προφητεύειν πρὸς τὸ ἀποκτεῖναι τὸν Ἰησοῦν διὰ τοῦ »Ὑμεῖς οὐκ οἴδατε οὐδὲ λογίζεσθε »ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ »μὴ ὅλον τὸ ἔθνος ἀπόληται«.

ἀρά γε ὁ λέγων· »Συμφέρει ἡμῖν« ὅπερ μέρος ἦν τῆς προφητείας αὐτοῦ, ἀληθεύει ἢ ψεύδεται; εἰ μὲν γὰρ ἀληθεύει, σώζεται ὁ Καϊάφας καὶ οἱ ἐν τῷ συνεδρίῳ κατὰ τοῦ Ἰησοῦ ἀγωνιζόμενοι, ἀποθανόντος τοῦ Ἰησοῦ ὑπὲρ τοῦ λαοῦ, καὶ τυγχάνουσι τοῦ συμφέροντος· εἰ δὲ ἄτοπον φάσκειν τὸν Καϊάφαν καὶ τοὺς ἐν τῷ κατὰ τοῦ Ἰησοῦ συνεδρίῳ σώζεσθαι καὶ τοῦ συμφέροντος τετευχέναι ἀποθανόντος τοῦ Ἰησοῦ, δῆλον ὅτι οὐχ ἅγιον πνεῦμα ἦν τὸ ταῦτα ἐνεργῆσαν λέγεσθαι· ἅγιον γὰρ πνεῦμα οὐ ψεύδεται.

ὁ δὲ βουλόμενος ἀληθεύειν καὶ ἐν τούτῳ τὸ ἐνεργοῦν τὸν Καϊάφαν, λέγω δὲ τῷ φάσκειν· » Συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος »ἀποθάνῃ ὑπὲρ τοῦ λαοὺ«, βαθύτερον ἐξακούσεται τοῦ »Συμφέρει »ἡμῖν« διὰ τὸν περὶ τέλους λόγον, καὶ συγχρήσεται τῷ »Ὅπως »χάριτι (ἢ· χωρὶς) θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου«, καὶ ἐπιστήσει »τῷ »Ὑπὲρ παντός« καὶ τῷ » Χωρὶς θεοῦ ὑπὲρ παντός«.

συγχρήσεται δὲ καὶ τῷ »Ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα »πιστῶν«· ὅτι δὲ οὗτός ἐστιν » ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν »ἁμαρτίαν τοῦ κόσμου«, ἰδίως ἀκούων τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ οὐχὶ μέρους αὐτοῦ.

ὁ δὲ λέγων ἀληθὲς εἶναι τὸ »Συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ« φήσει καὶ ὅλα τὰ κατὰ τὸν τόπον προφητείαν εἶναι ἀληθῆ, ἀρχομένην ἀπὸ τοῦ »Ὑμεῖς οὐκ »οἴδατε οὐδέν«· οὐδὲν γὰρ ᾔδεισαν οἱ τὸν Ἰησοῦν μὴ γνωρίζοντες Φαρισαῖοι καὶ ἀρχιερεῖς, ὄντα ἀλήθειαν καὶ σοφίαν καὶ δικαιοσύνην καὶ εἰρήνην.

»Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν«. ἀλλὰ καὶ οὐκ ἐλογίζοντο οὗτοι οἱ μηδὲν εἰδότες τίνα τρόπον συνέφερεν καὶ αὐτοῖς ἵνα ὁ εἷς οὗτος, καθ’ ὃ ἄνθρωπός ἐστιν, ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ· ἄνθρωπος γάρ ἐστιν ἀποθανὼν Ἰησοῦς.

διὸ καὶ αὐτός φησι· »Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελά»ληκα«.

καὶ ἐπεὶ ἄνθρωπος μέν ἐστιν ὁ ἀποθανών, | οὐκ ἦν δὲ

ἄνθρωπος ἡ ἀλήθεια καὶ ἡ σοφία καὶ εἰρήνη καὶ δικαιοσύνη, καὶ περὶ οὗ γέγραπται· »Θεὸς ἦν ὁ λόγος«· οὐκ ἀπέθανεν ὁ θεὸς λόγος καὶ ἡ ἀλήθεια καὶ ἡ σοφία καὶ ἡ δικαιοσύνη· ἀνεπίδεκτος γὰρ ἡ εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, ὁ πρωτότοκος πάσης κτίσεως, θανάτου.

ὑπὲρ τοῦ λαοῦ δὲ ἀπέθανεν οὗτος ὁ ἄνθρωπος, τὸ πάντων ζῴων καθαρώτερον, ὅστις τὰς ἁμαρτίας ἡμῶν ἦρεν καὶ τὰς ἀσθενείας, ἅτε δυνάμενος πᾶσαν τὴν ὅλου τοῦ κόσμου ἁμαρτίαν εἰς ἑαυτὸν ἀναλαβὼν λῦσαι καὶ ἐξαναλῶσαι καὶ ἐξαφανίσαι, ἐπεὶ μὴ ἁμαρτίαν ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, οὐδὲ ἔγνω ἁμαρτίαν.

κατὰ τοῦτο δ’ οἶμαι καὶ τὸν Παῦλον εἰρηκέναι οὕτως· »Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, »ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ«· ἁμαρτίαν γὰρ αὐτὸν ἐποίησεν, μὴ γνόντα ἁμαρτίαν, τῷ μηδὲν αὐτὸν ἡμαρτηκότα τὰς πάντων ἁμαρτίας ἀνειληφέναι, καὶ εἰ δεῖ τολμήσαντα εἰπεῖν, πολλῷ μᾶλλον τῶν ἀποστόλων αὐτοῦ περικάθαρμα αὐτὸν τοῦ κόσμου γεγονέναι καὶ πάντων περίψημα, τῶν εἰπόντων· »Ὡς περικαθάρματα »τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι«.