Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἶτα μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος πορευομένων Μαρίας τῆς Μαγδαληνῆς καὶ τῆς ἄλλης Μαρίας· »Ἰδοῦ τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν »ἀνήγγειλαν τοῖς ἀρχιερεῦσιν πάντα τὰ γενόμενα. καὶ συναχθέντες »μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ »ἔδωκαν τοῖς στρατιώταις λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ »ἐλθόντες νυκτὸς ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· κἂν ἀκουσθῇ »τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους »ποιήσομεν«.

Λουκᾶς δὲ ἀνέγραψεν ὅτι »Εἰσῆλθεν Σατανᾶς εἰς Ἰούδαν »ἐπικαλούμενον Ἰσκαριώθ, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, καὶ »ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσι καὶ στρατηγοῖς, ὅπως αὐτὸν »παραδῷ αὐτοῖς«. εἶτα μετ’ ὀλίγα· »Εἶπεν, φησίν, ὁ Ἰησοῦς πρὸς »τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ »καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ »ξύλων;« καὶ μετ’ ὀλίγα· »Συλλαβόντες αὐτὸν ἦγον καὶ εἰσήγαγον

»εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως«· καὶ ἔτι μετ’ ὀλίγα· » Εἱστήκεισαν οἱ »ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ«.

καὶ πάλιν μετ’ ὀλίγα· »Ὡς ἡμέρα ἐγένετο, συνήχθη τὸ πρεσβυτέριον τοῦ »λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ »συνέδριον αὐτῶν«.

Ὁ δὲ Μάρκος φησὶν ὅτι »Ἰούδας Ἰσκαριώτης, εἷς τῶν δώδεκα, »προσῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτόν. οἱ δὲ »ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι«·

καὶ μετ’ ὀλίγα· »Ἔτι τοῦ Ἰησοῦ λαλοῦντος παραγίνεται Ἰούδας Ἰσκαριώτης, »εἷς τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ »ξύλων παρὰ τῶν γραμματέων καὶ τῶν Φαρισαίων καὶ »πρεσβυτέρων»· καὶ μετ’ ὀλίγα· »Ἀπήγαγον τὸν Ἰησοῦν πρὸς Καϊάφαν τὸν »ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ γραμματεῖς καὶ »πρεσβυτέροι«.

εἶτα πάλιν μετ’ ὀλίγα· »Ἀναστὰς ὁ ἀρχιερεὺς »ἐπηρώτησεν »ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου »καταμαρτυροῦσιν; ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ »ἀρχιερεὺς ἐπηρώτησεν αὐτὸν ἐκ δευτέρου λέγων· Σὺ εἶ ὁ χριστὸς ὁ »υἱὸς τοῦ εὐλογητοῦ; | ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτῷ· Σὺ εἶπας »ὅτι ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ »δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ »οὐρανοῦ. ὁ δὲ ἀρχιερεὺς διαρρήξας εὐθέως τοὺς χιτῶνας αὐτοὺ«.

εἶτα μετ’ ὀλίγα· »Πρωῒ συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς μετὰ τῶν »πρεσβυτέρων καὶ τῶν γραμματέων καὶ ὅλον τὸ συνέδριον, καὶ »δήσαντες τὸν Ἰησοῦν ἀπήγαγον εἰς τὴν αὐλὴν καὶ παρέδωκαν »Πιλάτῳ«. εἶτα μετ’ ὀλίγα· » »Κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, »αὐτὸς δὲ οὐδὲν ἀπεκρίνετο«.

ὁ δὲ Ἰωάννης φησὶν ὅτι »Ἄγουσι τὸν »Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον«.

ταῦτα δὲ ἐπὶ πλεῖον ἐξεθέμεθα ὑπὲρ τοῦ διὰ πολλῶν ἁπάντων τῶν εὐαγγελιστῶν μαρτυριῶν

παραστῆσαι τὴν χύσιν τῆς τοῦ Καϊάφα κακίας, καὶ ὅτι κατὰ τοῦ Ἰησοῦ ἀγωνιζόμενος οὐδὲν ἧττον προεφήτευσεν· ὅτι μὲν οὖν προεφήτευσεν, σαφῶς ἐδίδαξεν ἡμᾶς ὁ Ἰωάννης.