Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Οἱ φύσεις ἀριθμῶν ἐρευνήσαντες πρῶτον μὲν τέλειον τὸν ἓξ εἰρήκασιν, τοῖς ἑαυτοῦ μέρεσιν ἰσούμενον, ἔκ τε τῆς συνθέσεως τοῦ ἀπὸ μονάδος διπλασιαζομένου, ἑνὸς καὶ δύο, ὃ ἐστὶ τρία, ἀριθμὸς πρῶτος, καὶ τοῦ ἐφ’ ὃν ἔφθασεν ὁ διπλασιασμός, λέγω δὲ τοῦ δύο· γενόμενος γὰρ ὁ δύο ἐπὶ τὸν τρία πεποίηκεν τὸν | ἕξ.

δεύτερον δὲ τέλειόν φασιν εἶναι τὸν εἴκοσι καὶ ὀκτώ, συνιστάμενον ἔκ τε τοῦ συνθέτου τῶν ἀπὸ μονάδος διπλασιαζομένων, ἕως γένηται πρῶτος ἀριθμός, καὶ τοῦ ἐφ’ ὃν ἔφθασεν ὁ διπλασιασμός. τέσσαρα μὲν γάρ ἐστιν ὁ ἀπὸ μονάδος διπλασιαζόμενος ἐν τῷ ἕν δύο τέσσαρα.

ἑπτὰ δὴ τούτων σύνθεσις, καὶ αὐτὸς πρῶτος ἀριθμὸς ὑπὸ μονάδος μόνης μετρούμενος· γινόμενος δὲ ὁ τέσσαρα ἐπὶ τὸν ἑπτὰ πεποίηκεν τὸν εἴκοσι καὶ ὀκτώ, καὶ αὐτὸν τοῖς ἑαυτοῦ μέρεσιν ἴσον.

Διὰ τοῦτο δ’ οἶμαι † ῥᾴδιον διαλαμβάνεται ἀπὸ τοῦ παιδευθέντος »πάσῃ σοφίᾳ [καὶ] Αἰγυπτίων« Μωσέως εἰς τὴν τῆς σκηνῆς τοῦ μαρτυρίου κατασκευήν· αἱ γὰρ αὐλαῖαι εἴκοσι καὶ ὀκτὼ πηχῶν τὸ μῆκός εἰσιν.

καὶ ἐχρῆν γε τὴν εἰς δόξαν θεοῦ κατασκευαζομένην σκηνὴν τοῦ μαρτυρίου μετὰ τῶν ἐξαιρέτων ἀριθμῶν ἔχειν καὶ τὸν εἴκοσι καὶ ὀκτώ.

ἐφ’ ὅν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε, φθάσαντες τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν (οὗτος γὰρ ἔσται, θεοῦ χαριζομένου, εἰκοστὸς ὄγδοος εἰς τὸ εὐαγγέλιον τόμος), ἐπικαλεσάμενοι τὸν τέλειον καὶ τελειότητος χορηγὸν θεὸν διὰ τοῦ τελείου ἀρχιερέως ἡμῶν Ἰησοῦ

Χριστοῦ, ἵν’ ἡμῶν τὸν νοῦν δῷ εὑρεῖν τὴν περὶ τῶν ἐξετασθησομένων ἀλήθειαν καὶ κατασκευὴν αὐτῶν, [καὶ] οὕτως ὁδεύσωμεν καὶ ἐπὶ τὰ ἑξῆς.