Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Δόξαιεν ἂν τὴν ἀπόκρισιν οὗτοι πεποιῆσθαι πολὺ ταπεινότερον ἐκδεξάμενοι περὶ τοῦ τίς αὐτῶν ἦν ὁ πατὴρ ἢ ὡς ὁ κύριος ἔλεγεν.

ὁ μὲν γὰρ Ἰησοῦς ἀναφέρων ἐπὶ τὸν θεὸν ἔφασκεν τὸ » Καὶ »ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε«· οἱ δὲ ταπεινότερον τὸν τοῦ ἔθνους παρομολογοῦσιν ἑαυτῶν πατέρα λέγοντες· »Ὁ »πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«.

βοηθῶν δ’ ἄν τις αὐτοῖς ὡς καλῶς ἀποκριναμένοις φήσειε ὅτι ὡς μέτριοι καὶ μὴ διδόντες ἑαυτοῖς τὸ εἶναι υἱοῖς θεοῦ, τοῦ Ἰησοῦ λέγοντος· »Ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς »ποιεῖτε« καὶ ἀναφέροντος ἐπὶ τὸν θεόν, φασίν· »Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«.

δῆλον δὲ ὅτι καὶ τοῦτο εὐθύνει ὁ σωτὴρ ὡς ψευδῶς εἰρημένον διὰ τοῦ »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ »ποιεῖτε«.

οὐκ ἀτόπως δὲ καὶ πρὸς ταῦτα ζητήσαι τις ἄν, ὅτι Πῶς κατὰ τὸν σωτῆρά ἐστιν, μὴ συγκατατιθέμενον εἶναι αὐτοὺς τέκνα τοῦ Ἀβραάμ, τὸ λέγειν αὐτοῖς· » Καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ »πατρὸς ποιεῖτε« ἀναφερομένου τοῦ »Παρὰ τοῦ πατρὸς« ἐπὶ τὸν θεόν.

ὁ γὰρ μὴ ὢν τέκνον τοῦ Ἀβραὰμ * * * † αν οὖν τῶν μετὰ τὸν Ἀβραὰμ ψεκτὸς ὡς οὗτοι πρὸς οὓς ὁ λόγος, πολλῷ μᾶλλον οὐκ ἔσται τέκνον τοῦ θεοῦ.

ὅρα δὲ εἰ καὶ πρὸς τοῦτο δυνάμεθα λέγειν ὅτι οὐκ εἴρηται· »καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν

⟨ἢ⟩ παρὰ τοῦ πατρὸς ἡμῶν‹, ἀλλὰ »παρὰ τοῦ πατρός«, ὅστις κἂν ᾖ πατήρ, οὐ πάντως καὶ τῶν μὴ τέκνων τοῦ Ἀβραάμ ἐστιν πατὴρ καὶ μὴ με|μορφωμένων ἀπὸ σπέρματος Ἀβραὰμ ἐπὶ τὰ τέκνα τοῦ Ἀβραάμ· ἢ ἀδιορίστως εἰρημένον τὸ »Ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς« δύναται λαμβάνεσθαι ἀντὶ τοῦ ›ἀπὸ τοῦ πατρός μου‹, καὶ τοῦτο ἔσται σαφὲς ἐκ τοῦ »Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ« ἴσον δυναμένου τῷ »παρὰ τῷ πατρί μου«.

καὶ ἐν τοῖς ἑξῆς δὲ διδασκόμεθα τίνων ἐστὶν ὁ θεὸς πατήρ, δι’ ὧν καὶ ταῦτα λέγει ὁ σωτήρ· »Εἰ ὁ »θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ«.

σαφὲς δὲ ὅτι οἱ ζητοῦντες ἀποκτεῖναι τὸν υἱὸν οὐκ ἠγάπων αὐτόν· μὴ ἀγαπῶντες δὲ αὐτὸν οὐκ ἂν ἐχρημάτιζον [οἱ] υἱοὶ τοῦ θεοῦ. ὥστε δῆλον ὅτι τὸ »Καὶ ὑμεῖς οὖν »ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε« οὐκ ἴσον δύναται τῷ ›παρὰ τοῦ πατρὸς ὑμῶν‹.