Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἤδη δὲ καὶ ἐκ τῶν ἐναντίων παράδοξον ἄν τι φανὲν ἀποδειχθῆναι δυνατὸν ἔσται. τί δὲ τὸ παράδοξον ἢ τὸ εἶναί τινα ἑτέρου υἱοῦ θεοῦ μᾶλλον υἱὸν θεοῦ, καὶ διπλασιόνως ἕτερον ἑτέρου

εἶναι υἱὸν θεοῦ;

πῶς δὲ τοῦτο ἀπὸ τοῦ ἐναντίου δείκνυται οὕτω παραστήσομεν· ἐν τῷ κατὰ Ματθαῖον ὁ πρὸς τοὺς γραμματεῖς καὶ Φαρισαίους δεύτερος ταλανισμὸς οὕτως ἔχει· »Οὐαὶ ὑμῖν, γραμματεῖς »καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν »ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν »γεέννης διπλότερον ὑμῶν«.

οὐκοῦν κατὰ τοῦτο οὔτε φύσει υἱοὶ γεέννης εἰσίν τινες, οὔτε ἐπ’ ἴσης οἱ τῆς γεέννης υἱοὶ υἱοί εἰσιν αὐτῆς, εἴγε ἕτερος ἑτέρου διπλότερος υἱός ἐστιν αὐτῆς.

εἰ δὲ ἕτερος ἑτέρου διπλότερός ἐστιν υἱὸς τῆς γεέννης, διὰ τί οὐχὶ καὶ τῆς ἀπωλείας καὶ τοῦ θανάτου καὶ τοῦ σκότου καὶ τῶν λοιπῶν, | ὧν οἱ διαφόρως ἁμαρτάνοντές εἰσιν υἱοί;

εἰ δὲ ἐπὶ τούτων, διὰ τί καὶ οὐχὶ υἱοὶ φωτὸς διπλότεροι ἕτεροι ἑτέρων ἔσονται καὶ υἱοὶ ζωῆς καὶ υἱοὶ σοφίας, οὕτω δὲ υἱοὶ θεοῦ;

εἰ δὲ διπλασιόνως ἕτερος παρ’ ἕτερον υἱὸς γίνεται θεοῦ, διὰ τί οὐχὶ καὶ πολλαπλασιόνως καὶ τοσαυταπλασιόνως ὁποσαπλασιόνως ἄξιον νοεῖν εἶναι τὸν πρωτότοκον πάσης κτίσεως υἱὸν τοῦ θεοῦ παρὰ τοὺς λοιποὺς υἱοὺς τοῦ θεοῦ καὶ τοὺς μηκέτι πνεῦμα δουλείας ἔχοντας εἰς φόβον, ἀλλ’ εἰληφότας πνεῦμα υἱοθεσίας;

τάχα οὖν οὕτως πλειόνων ὄντων τῶν ῥημάτων τοῦ θεοῦ, οὐ μόνον τῶν ἀναγεγραμμένων ἀλλὰ καὶ τῶν ἀρρήτων, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, καὶ τούτων περὶ ὧν φησὶν ὁ Ἰωάννης· »Οὐδ’ »αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία«· πᾶς μὲν οἱωντινωνοῦν ῥημάτων ἀκούων τοῦ θεοῦ ἤδη ἐστὶν ἐκ τοῦ θεοῦ· ὅσῳ δὲ πλειόνων ἀκούει ῥημάτων τοῦ θεοῦ, τοσαυταπλειόνως γενήσεται ἐκ τοῦ θεοῦ· ὡς, εἰ δεῖ οὕτως ὀνομάσαι, πάντων ἀκούσας τις τῶν ῥημάτων τοῦ θεοῦ, ἐάν γε τοῦτο φθάνῃ ἐπί τινα τῶν λαμβανόντων τὸ τῆς υἱοθεσίας πνεῦμα, τελείως καὶ ἀνυπερβλήτως γίνεται υἱὸς θεοῦ, καὶ πάντη καὶ ἐξ ὅλων καὶ ὅλος ἐκ τοῦ θεοῦ.

εὐγνωμονέστερον δὲ ἀκουστέον τοῦ ›ἐξ ὅλων καὶ ὅλος‹, ἀνάλογον ὅλοις τοῖς δόγμασι καὶ πάσῃ τῇ γνώσει καὶ πᾶσι τοῖς μυστηρίοις, ὥστ’ ἂν εἰπεῖν ὅλον καὶ ἐξ ὅλων γεγονέναι ἐκ τοῦ θεοῦ τὸν εἰδότα πάντα τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ μετὰ τούτων τὰ τῆς τελείας ἀγάπης κατορθωκότα.

ὅρα δὲ εἰ δυνατὸν ἀκολούθως τῷ »’Ἐκ μέρους »γινώσκομεν καὶ ἐκ μέρους προφητεύομενς εἰπεῖν ἂν τὸν τοιοῦτον· ›καὶ ἐκ μέρους ἐσμὲν υἱοὶ τοῦ θεοῦ‹ καὶ πάλιν· »ὅταν ἔλθῃ τὸ τέλειον, »καὶ τὸ ἐκ μέρους καταργηθῇ«, [καὶ] τὸ τέλειον τοῦ γενέσθαι υἱὸς

θεοῦ ἐλεύσεται, καταργοῦν τὸ ἐκ μέρους γεγονέναι υἱόν τινα τοῦ θεοῦ·

μὴ ἀζήτητον δὲ ἐάσθω καὶ τὸ περὶ τοῦ πότερόν ποτε δυνατὸν ἐκ μέρους μὲν εἶναι υἱὸν τῆς διαφερούσης μερίδος τῆς περὶ τὰ θεῖα, ἐκ μέρους δὲ τῆς ἐναντίας, ἢ τοῦτο ἀμήχανον οὕτως ἔχειν· ᾧ συνεξετάσεις πῶς λέγονται υἱοὶ πολλοὶ ἑνὸς πατρός, πότερον διὰ τοὺς προγόνους καὶ τοὺς ἐξ ἐκείνων, ἢ κατὰ ταύτην τὴν ὑπόνοιαν.

λαβόντες οὖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, πάντα πράττωμεν ἵνα γενώμεθα ἐκ τοῦ θεοῦ καὶ τὰ ῥήματα αὐτοῦ ἀκούσωμεν, καὶ προκόπτωμεν κἂν τῷ εἶναι ἐκ τοῦ θεοῦ, ἵνα προκόπτωμεν καὶ ἐν τῷ ἀκούειν ῥημάτων τοῦ θεοῦ, πλείονα ἐκ τούτων ἀεὶ τρανοῦντες, ἕως πάντα χωρήσωμεν τὰ ῥήματα τοῦ θεοῦ, ἢ ὅσα γε ἐνδέχεται χωρῆσαι καὶ νῦν καὶ μετὰ ταῦτα τοὺς ἀξιουμένους τοῦ τῆς υἱοθεσίας πνεύματος.

ὁσάκις δὲ ῥημάτων λεγομένων τοῦ θεοῦ οὐκ ἀκούομεν, τοῦτ’ ἔστιν οὐ συνίεμεν αὐτῶν, τοσαυτάκις νομιστέον ἐλέγχεσθαι ὡς οὐκ ὄντας ἐκ τοῦ θεοῦ. διὰ τοῦτο γὰρ οὐκ ἀκούει ὁ μὴ ἀκούων ῥημάτων θεοῦ, ἐπείπερ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν, καὶ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν παρ’ ἑαυτόν· καίτοι γε ἔσθ’ ὅτε λαβὼν ἤδη ἐξουσίαν τέκνον θεοῦ γενέσθαι, καὶ δυνάμενος ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενέσθαι υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός.