Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(20) Ἐπεὶ δὲ διηγούμενοι τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ »πατρὸς ὑμῶν« προλαβόντες καὶ εἰς τοῦτο εἰρήκαμεν, πολλαχόθεν τὰ φανέντα ἡμῖν εἰς τὴν διήγησιν χρήσιμα συναγαγόντες, οὐκ εὐλόγως νῦν προσδιατρίψομεν τῷ τόπῳ. πλὴν εἴ τις τῷ ποιεῖν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται καὶ μὴ κατήργησεν τὴν ἀπ’ ἐκείνου γένεσιν ἐξ ἑαυτοῦ, οὗτος οὐ μίαν ἀλλὰ πλείονας ἐπιθυμίας τοῦ τοιούτου πατρὸς ποιεῖν ἐθέλει· καὶ τῶν ἐν παντὶ υἱῷ διαβόλου ἐπιθυμιῶν ἀπὸ τῶν ἐν τῷ διαβόλῳ ἐπιθυμιῶν γεννωμένων, σαφὲς ὅτι αἱ ἐκείνου ἐπιθυμίαι φρόνημα ὕλης εἰσὶν καὶ φθορᾶς, ἃς κυρίως ἔχθρας εἴποι τις ἂν εἶναι πρὸς θεόν.

φόνους μὲν οὖν καὶ ἀδικίας καὶ πλεονεξίας φάσκειν εἶναι τὰς ἐκείνου ἐπιθυμίας, γεννώσας ἐν υἱοῖς αὐτοῦ παραπλησίως ταύταις ἐπιθυμίας, οὐκ ἀπεμφαίνει· ἀλλὰ καὶ γενικῶς ἀκαθαρσίας τῇ φύσει ἐναντίας τυγχανούσας τῇ καθαρότητι λέγειν εἶναι τὰς ἐκείνου ἐπιθυμίας, ἀφ’ ὧν αἱ πρὸς τὰ ἀκάθαρτα ἐπιθυμίαι ἐγγίνονται τέκνοις τοῦ διαβόλου, οὐ δυσπαράδεκτόν ἐστιν.

τὸ δὲ καὶ πορνείαν λέγειν εἶναι τὴν ἐκείνου ἐπιθυμίαν ἢ μοιχείαν ἢ παιδοφθορίαν ἢ μαλακότητα οὐκ εὐχερῶς ἄν τις παραδέξοιτο, κἂν ἀπορῇ πῶς αἱ ἐπιθυμίαι αὗται ἐν ἀνθρώποις ἀπὸ τῶν ἐν ἐκείνῳ γίνονται ἐπιθυμιῶν, ὅσον ἐπὶ τῇ λέξει, οἱονεὶ καθολικοῦ τινος παρισταμένου περὶ τῶν ἐν ἀνθρώποις ἐπιθυμιῶν, ὡς ἄρα θέλουσιν οἱ ἄνθρωποι τὰς ἐπιθυμίας τοῦ πατρὸς αὐτῶν ποιεῖν, ὥστε πάντα, ἃ ἐπιθυμοῦσιν παρανόμως, πρότερον ἐπιθυμίας εἶναι τοῦ πατρὸς αὐτῶν.

τοιοῦτον γάρ ἐστιν τὸ » Καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν«. λεκτέον δὲ πρὸς ταῦτα ὅτι ὁ διάβολος ἐπιθυμεῖ φθαρῆναι τόνδε, φέρε εἰπεῖν, τὸν παῖδα, καὶ μοιχευθῆναι τήνδε, καὶ πορνεῦσαι τούσδε, καὶ τούτων ἐπιθυμῶν ἐμποιεῖ τοῖς δυναμένοις αὐτῷ ὑπηρετήσασθαι ἐπιθυμίαν τοῦ ποιῆσαι, ἅπερ ἐκεῖνος ἐνεργῆσαι βούλεται, ὥστ’ ἂν κατὰ τοῦτο τὸν ἐνεργοῦντα τὴν πορνείαν ἢ τὴν μοιχείαν πρότερον λέγειν τοῦ ἀνθρώπου πορνεύειν καὶ μοιχεύειν.

τὸ δ’ αὐτὸ καὶ περὶ πάσης ἁμαρτίας ἐρεῖς· οἷον ὁ διάβολος ἀργυρίων μὲν οὐκ ἐπιθυμεῖ, ἐπιθυμεῖ δὲ φιλαργύρους ποιῆσαι καὶ προσπαθεῖς τοῖς ὑλικοῖς πράγμασιν· ταύτην δὲ τὴν ἐπιθυμίαν αὐτοῦ θέλουσι ποιεῖν οἱ οὐκ ἄλλως ἢ τῷ θέλειν φιλοῦντες τὸ ἀργύριον.

διόπερ ἀναγκαῖόν ἐστιν ἐφιστάνειν ἡμᾶς πᾶσιν οἷς θέλομεν ποιεῖν καὶ ἐξετάζειν μήποτε ὃ θέλομεν ποιεῖν ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν ἐστιν· ἵνα | ἐκ τοῦ τεθεωρηκέναι τὰ ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν παυσώμεθα θέλειν ποιεῖν ἐκεῖνα, εἰδότες πάντα τὸν θέλοντα ποιεῖν τὰς τοῦ διαβόλου

ἐπιθυμίας ἐκ πατρὸς μὲν οὐδαμῶς εἶναι θεοῦ, διαβόλου δὲ γεγονέναι τέκνον, καὶ ἀπὸ τοῦ ἐθέλειν ποιεῖν τὰς ἐπιθυμίας τοῦ χείρονος μορφούμενον καὶ κατ’ εἰκόνα γινόμενον τοῦ πονηροῦ πατρός, ἀφ’ οὗ ἔρχονται καὶ τυποῦνται αἱ ἐκείνου τοῦ χοϊκοῦ εἰκόνες.

πρῶτος γὰρ χοϊκὸς ἐκεῖνος, τῷ πρῶτος ἀποπεπτωκὼς τῶν κρειττόνων καὶ ἐπιτεθυμηκὼς ἑτέρας παρὰ τὴν κρείττονα ζωῆς ζωὴν ἄξιος γεγονέναι τοῦ ἀρχὴν αὐτὸν εἶναι οὔτε κτίσματος οὔτε ποιήματος ἀλλὰ »πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων »αὐτοῦ«. καὶ ἡμῶν δὲ ἡ προηγουμένη ὑπόστασίς ἐστιν ἐν τῷ κατ’ εἰκόνα τοῦ κτίσαντος· ἡ δὲ ἐξ αἰτίας ἐν τῷ ληφθέντι ἀπὸ τοῦ χοῦ τῆς γῆς πλάσματι.

καὶ εἰ μὲν ὡσπερεὶ ἐπιλαθόμενοι τῆς ἐν ἡμῖν κρείττονος οὐσίας ὑποτάξομεν ἑαυτοὺς τῷ ἀπὸ τοῦ χοῦ πλάσματι, καὶ τὸ κρεῖττον τὴν εἰκόνα τοῦ χοϊκοῦ λήψεται· εἰ δὲ συνέντες τὸ ποιηθὲν κατ’ εἰκόνα καὶ τὸ ληφθὲν ἀπὸ τοῦ χοῦ τῆς γῆς, ὅλοι προσνεύοιμεν ἐπὶ τοῦτον, οὗ κατ’ εἰκόνα γεγόναμεν, ἐσόμεθα καὶ καθ’ ὁμοίωσιν θεοῦ, πᾶσαν τὴν πρὸς ὕλην καὶ σώματα προσπάθειαν καὶ τὴν πρός τινα τῶν καθ’ ὁμοίωσιν ἀπολείψαντες.

ἐπεὶ δὲ κατὰ τὰς θείας γραφὰς ἡ ἐπιθυμία τῶν μέσων ἐστίν, οὐκ εἰδυίας τὴν ἑλληνικὴν τῶν σημαινομένων παρὰ τοῖς τὰ τοιαῦτα διαρθροῦσιν ἀκρίβειαν, ὥστ’ ἂν τὸ μὲν ἀστεῖον βούλησιν ὀνομάσαι, ἣν ὁρίζονται εὔλογον ὄρεξιν, τὸ δὲ φαῦλον ἐπιθυμίαν, ἣν φασιν εἶναι ἄλογον ὄρεξιν ἢ σφοδρὰν ὄρεξιν, λεκτέον ὅτι πᾶσα γενητὴ φύσις τὰς ἐπιθυμίας τοῦ ἰδίου πατρὸς θέλει ποιεῖν, ὥσπερ καὶ πᾶσα ποιεῖ τὰ ἔργα τοῦ ἰδίου πατρός, τοῦ μὲν πρώτως ἁγίου πατρὸς ἀγενήτου τυγχάνοντος (οὗτος δέ ἐστιν ὁ θεός), τοῦ δὲ πρώτως πονηροῦ πατρὸς ἐξ οὐδενὸς ὄντος πατρός· οὐδὲ γὰρ ὑπέστησέν τις ἐν αὐτῷ πατὴρ τὴν πονηρίαν, ἀλλ’ ἡ ἀπὸ θεοῦ ἐκτροπὴ γεγέννηκεν αὐτήν.