Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(18) Αἴτιον, φησίν, ἐστὶ τοῦ ὑμῖν μὴ γινώσκεσθαι τὴν ἐμὴν λαλιὰν τὸ μὴ δύνασθαι ὑμᾶς ἀκούειν τοῦ λόγου μου. πρότερον οὖν

δύναμιν περιποιητέον ἀκουστικὴν τοῦ θείου λόγου, ἵνα μετὰ τοῦτο οἷοί τε γενώμεθα καὶ γινώσκειν πᾶσαν τὴν Ἰησοῦ λαλιάν·

ἔξεστιν γὰρ πρότερον οὐ δυνάμενον ἀκούειν τὸν λόγον Ἰησοῦ ὕστερον φθάνειν ἐπὶ τὸ ἀκούειν δύνασθαι αὐτόν, ἐπεὶ καὶ ὅσον μὲν οὐδέπω ἰάθη τις τὰς ἀκοὰς ἀπὸ τοῦ λόγου τοῦ λέγοντος τῷ κωφῷ· » Διανοίχθητι« , οὐ δύναται ἀκούειν.

ἐπὰν δὲ λυθῇ ὁ αἴτιος τῆς κωφότητος σύνδεσμος, τότε ἀκούειν τις οἷός 〈τε〉 ἔσται τοῦ Ἰησοῦ, ὅτε καὶ γινώσκειν δύναται αὐτοῦ τὴν λαλιάν· ἢ λεγέτωσαν ἡμῖν οἱ νομίζοντες καὶ διὰ τούτων συνίστασθαι τὸν περὶ φύσεως λόγον, πότερον ἐδύναντο ἔτι κωφοὶ ὄντες ἀκούειν οὓς ὕστερον ἰάσατο, ἢ οὐκ ἐδύναντο;

σαφοῦς δὲ ὄντος τοῦ ›οὐκ ἐδύναντο‹, δῆλον ὅτι ἔξεστιν μεταβαλεῖν ἀπὸ τοῦ μὴ δύνασθαι ἀκούειν τῶν Ἰησοῦ λόγων ἐπὶ τὸ ἀκούειν αὐτῶν, καὶ οὐ διὰ φύσιν ἀνιάτως ἔχουσαν, ὅτε οὐ δύναταί τις ἀκούειν· καὶ μάλιστα ταῦτα προσακτέον τοῖς ἑτεροδόξοις, χαίρουσι ταῖς ἀλληγορίαις καὶ ἀνάγουσιν τὴν περὶ τῶν ἰάσεων ἱστορίαν ἐπὶ τὰς τῆς ψυχῆς θεραπείας, ἀπολυομένης ὑπὸ τοῦ Ἰησοῦ πάσης νόσου καὶ πάσης μαλακίας.

νομίζω δὲ τὸ μὲν ἀκούειν νῦν ἐπὶ τοῦ συνιέναι τάσσεσθαι τῶν λεγομένων, τὸ δὲ γινώσκειν ἐπὶ τοῦ καταλαμβάνοντα συγκατατίθεσθαι, τῷ φωτὶ τῆς περὶ τῶν λεγομένων γνώσεως πεφωτισμένον.

Ὁ μέντοι γε Ἡρακλέων ὑπολαμβάνει αἰτίαν ἀποδίδοσθαι τοῦ μὴ δύνασθαι αὐτοὺς ἀκούειν τὸν Ἰησοῦ λόγον μηδὲ γινώσκειν αὐτοῦ τὴν λαλιὰν ἐν τῷ »Ὑμεῖς ἐκ τοῦ »πατρὸς τοῦ διαβόλου ἐστέ«. αὐταῖς γοῦν λέξεσίν φησι· »Διατί »δὲ οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν, ἢ ὅτι ὑμεῖς »ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ;« ἀντὶ τοῦ »ἐκ τῆς »οὐσίας τοῦ διαβόλου«, φανερῶν αὐτοῖς λοιπὸν τὴν φύσιν αὐτῶν, καὶ προσελέγξας αὐτοὺς ὅτι οὔτε τοῦ Ἀβραάμ εἰσιν τέκνα (οὐ γὰρ ἂν ἐμίσουν αὐτόν), οὔτε τοῦ θεοῦ, διὸ οὐκ ἠγάπων αὐτόν.

καὶ εἰ μὲν τὸ »Ὑμεῖς ἐκ τοῦ »πατρὸς τοῦ διαβόλου ἐστέ« ἐξεδέχετο ὡς ἐν τοῖς ἀνωτέρω διηγησάμεθα, καὶ ἔλεγεν· διὰ τὸ ἔτι ὑμᾶς εἶναι ἐκ τοῦ διαβόλου. οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν, κἂν παρεδεξάμεθα αὐτοῦ τὴν διήγησιν.

νυνὶ δὲ δῆλός ἐστιν ὁμοουσίους τινὰς τῷ διαβόλῳ λέγων ἀνθρώπους, ἑτέρας, ὡς οἴονται οἱ ἀπ’ αὐτοῦ, οὐσίας τυγχάνοντας παρ’ οὓς καλοῦσι ψυχικοὺς ἢ πνευματικούς.